previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἀντιγόνη

1710ἴθ᾽ ἐς φυγὰν τάλαιναν: ὄρεγε χέρα φίλαν,
πάτερ γεραιέ, πομπίμαν
ἔχων ἔμ᾽ ὥστε ναυσίπομπον αὔραν.

Οἰδίπους

ἰδοὺ ἰδού, πορεύομαι:
1715τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.

Ἀντιγόνη

γενόμεθα γενόμεθ᾽, ἄθλιαί
γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.

Οἰδίπους

πόθι γεραιὸν ἴχνος τίθημι;
βάκτρα πρόσφερ᾽, τέκνον.

Ἀντιγόνη

1720τᾷδε τᾷδε βᾶθί μοι,
τᾷδε τᾷδε πόδα τιθείς,
ὥστ᾽ ὄνειρον ἰσχύν.

Οἰδίπους

ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς
ἐλαύνων τὸν γέροντά μ᾽ ἐκ πάτρας.
1725ἰὼ ἰώ, δεινὰ δείν᾽ ἐγὼ τλάς.

Ἀντιγόνη

τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,
οὐδ᾽ ἀμείβεται βροτῶν ἀσυνεσίας.

Οἰδίπους

ὅδ᾽ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-
λίνικον οὐράνιον ἔβαν
1730μειξοπαρθένου κόρας
αἴνιγμ᾽ ἀσύνετον εὑρών.

Ἀντιγόνη

Σφιγγὸς ἀναφέρεις ὄνειδος.
ἄπαγε τὰ πάρος εὐτυχήματ᾽ αὐδῶν.
τάδε σ᾽ ἐπέμενε μέλεα πάθεα
1735φυγάδα πατρίδος ἄπο γενόμενον,
πάτερ, θανεῖν που.

ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις
λιποῦσ᾽ ἄπειμι πατρίδος ἀποπρὸ γαίας
ἀπαρθένευτ᾽ ἀλωμένα.
1740φεῦ τὸ χρήσιμον φρενῶν
ἐς πατρός γε συμφορὰς
εὐκλεᾶ με θήσει:
τάλαιν᾽ ἐγὼ σῶν συγγόνου θ᾽ ὑβρισμάτων,
ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται
1745μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,
σκότια γᾷ καλύψω.

Οἰδίπους

πρὸς ἥλικας φάνηθι σάς.

Ἀντιγόνη

ἅλις ὀδυρμάτων ἐμῶν.

Οἰδίπους

σὺ δ᾽ ἀμφὶ βωμίους λιτὰς

Ἀντιγόνη

1750κόρον ἔχουσ᾽ ἐμῶν κακῶν.

Οἰδίπους

ἴθ᾽ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς
ἄβατος ὄρεσι μαινάδων.

Ἀντιγόνη

Καδμείαν νεβρίδα
στολιδωσαμένα ποτ᾽ ἐγὼ Σεμέλας
θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,
χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1196
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: