previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

355δεινὸν γυναιξὶν αἱ δι᾽ ὠδίνων γοναί,
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.

Πολυνείκης

μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
ἐχθροὺς ἐς ἄνδρας: ἀλλ᾽ ἀναγκαίως ἔχει
πατρίδος ἐρᾶν ἅπαντας: ὃς δ᾽ ἄλλως λέγει,
360λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσ᾽ ἔχει.
οὕτω δ᾽ ἐτάρβουν ἐς φόβον τ᾽ ἀφικόμην,
μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,
ὥστε ξιφήρη χεῖρ᾽ ἔχων δι᾽ ἄστεως
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ᾽ ὠφελεῖ,
365σπονδαί τε καὶ σὴ πίστις, μ᾽ ἐσήγαγε
τείχη πατρῷα: πολύδακρυς δ᾽ ἀφικόμην,
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
γυμνάσιά θ᾽ οἷσιν ἐνετράφην Δίρκης θ᾽ ὕδωρ:
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
370ναίω, δι᾽ ὄσσων νᾶμ᾽ ἔχων δακρύρροον.
ἀλλ᾽ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι
κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων
375καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.

τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,
σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
που στένουσι τλήμονες φυγὰς ἐμάς;

Ἰοκάστη

κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος:
380οὕτω γὰρ ἤρξατ᾽, ἄνομα μὲν τεκεῖν ἐμέ,
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
ὅπως δ᾽ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
δέδοιχ᾽, χρῄζω: διὰ πόθου δ᾽ ἐλήλυθα.

Πολυνείκης

385ἀλλ᾽ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς:
γὰρ σὺ βούλῃ, ταὔτ᾽ ἐμοί, μῆτερ, φίλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: