previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰοκάστη

καὶ δή σ᾽ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
τί τὸ στέρεσθαι πατρίδος; κακὸν μέγα;

Πολυνείκης

μέγιστον: ἔργῳ δ᾽ ἐστὶ μεῖζον λόγῳ.

Ἰοκάστη

390τίς τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;

Πολυνείκης

ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.

Ἰοκάστη

δούλου τόδ᾽ εἶπας, μὴ λέγειν τις φρονεῖ.

Πολυνείκης

τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.

Ἰοκάστη

καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.

Πολυνείκης

395ἀλλ᾽ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.

Ἰοκάστη

αἱ δ᾽ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.

Πολυνείκης

καλοῖς βλέπουσαί γ᾽ ὄμμασιν, μέλλουσι δέ.

Ἰοκάστη

οὐδ᾽ χρόνος αὐτὰς διεσάφησ᾽ οὔσας κενάς;

Πολυνείκης

ἔχουσιν Ἀφροδίτην τιν᾽ ἡδεῖαν κακῶν.

Ἰοκάστη

400πόθεν δ᾽ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;

Πολυνείκης

ποτὲ μὲν ἐπ᾽ ἦμαρ εἶχον, εἶτ᾽ οὐκ εἶχον ἄν.

Ἰοκάστη

φίλοι δὲ πατρὸς καὶ ξένοι σ᾽ οὐκ ὠφέλουν;

Πολυνείκης

εὖ πρᾶσσε: τὰ φίλων δ᾽ οὐδέν, ἤν τι δυστυχῇς.

Ἰοκάστη

οὐδ᾽ ηὑγένειά σ᾽ ἦρεν εἰς ὕψος μέγαν;

Πολυνείκης

405κακὸν τὸ μὴ ἔχειν: τὸ γένος οὐκ ἔβοσκέ με.

Ἰοκάστη

πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.

Πολυνείκης

οὐδ᾽ ὀνομάσαι δύναι᾽ ἂν ὡς ἐστὶν φίλον.

Ἰοκάστη

πῶς δ᾽ ἦλθες Ἄργος; τίν᾽ ἐπίνοιαν ἔσχεθες;

Πολυνείκης

ἔχρησ᾽ Ἀδράστῳ Λοξίας χρησμόν τινα.

Ἰοκάστη

410ποῖον; τί τοῦτ᾽ ἔλεξας; οὐκ ἔχω μαθεῖν.

Πολυνείκης

κάπρῳ λέοντί θ᾽ ἁρμόσαι παίδων γάμους.

Ἰοκάστη

καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;

Πολυνείκης

οὐκ οἶδ᾽: δαίμων μ᾽ ἐκάλεσεν πρὸς τὴν τύχην.

Ἰοκάστη

σοφὸς γὰρ θεός: τίνι τρόπῳ δ᾽ ἔσχες λέχος;

Πολυνείκης

415νὺξ ἦν, Ἀδράστου δ᾽ ἦλθον ἐς παραστάδας.

Ἰοκάστη

κοίτας ματεύων, φυγὰς πλανώμενος;

Πολυνείκης

ἦν ταῦτα: κᾆτά γ᾽ ἦλθεν ἄλλος αὖ φυγάς.

Ἰοκάστη

τίς οὗτος; ὡς ἄρ᾽ ἄθλιος κἀκεῖνος ἦν.

Πολυνείκης

Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.

Ἰοκάστη

420τί θηρσὶν ὑμᾶς δῆτ᾽ Ἄδραστος ᾔκασεν;

Πολυνείκης

στρωμνῆς ἐς ἀλκὴν οὕνεκ᾽ ἤλθομεν πέρι.

Ἰοκάστη

ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;

Πολυνείκης

κἄδωκέ γ᾽ ἡμῖν δύο δυοῖν νεάνιδας.

Ἰοκάστη

ἆρ᾽ εὐτυχεῖς οὖν τοῖς γάμοις δυστυχεῖς;

Πολυνείκης

425οὐ μεμπτὸς ἡμῖν γάμος ἐς τόδ᾽ ἡμέρας.

Ἰοκάστη

πῶς δ᾽ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1074
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: