previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
παῖς οὑμὸς γνοὺς τινος μαθὼν πάρα
ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
35πρὸς δῶμα Φοίβου, Λάιός θ᾽, οὑμὸς πόσις,
τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
εἰ μηκέτ᾽ εἴη. καὶ ξυνάπτετον πόδα
ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
καί νιν κελεύει Λαΐου τροχηλάτης:
40 ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
δ᾽ εἷρπ᾽ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν
χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
ὅθεντί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —
παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
45Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δ᾽ ἐπεζάρει
Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ᾽ οὐκ ἦν πόσις,
Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,
ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
50μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών:
ὅθεν τύραννος τῆσδε γῆς καθίσταται
καὶ σκῆπτρ᾽ ἔπαθλα τῆσδε λαμβάνει χθονός.
γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
οὐδ᾽ τεκοῦσα παιδὶ συγκοιμωμένη.
55

τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,
Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,
κόρας τε δισσάς: τὴν μὲν Ἰσμήνην πατὴρ
ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων
60 πάντ᾽ ἀνατλὰς Οἰδίπους παθήματα
ἐς ὄμμαθ᾽ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,
χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
κλῄθροις ἔκρυψαν πατέρ᾽, ἵν᾽ ἀμνήμων τύχη
65γένοιτο πολλῶν δεομένη σοφισμάτων:
ζῶν δ᾽ ἔστ᾽ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν
ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: