previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τί τὴν τυραννίδ᾽, ἀδικίαν εὐδαίμονα,
550τιμᾷς ὑπέρφευ καὶ μέγ᾽ ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
πολλὰ μοχθεῖν πόλλ᾽ ἔχων ἐν δώμασι
βούλῃ; τί δ᾽ ἔστι τὸ πλέον; ὄνομ᾽ ἔχει μόνον:
ἐπεὶ τά γ᾽ ἀρκοῦνθ᾽ ἱκανὰ τοῖς γε σώφροσιν.
555οὔτοι τὰ χρήματ᾽ ἴδια κέκτηνται βροτοί,
τὰ τῶν θεῶν δ᾽ ἔχοντες ἐπιμελούμεθα:
ὅταν δὲ χρῄζωσ᾽, αὔτ᾽ ἀφαιροῦνται πάλιν.
δ᾽ ὄλβος οὐ βέβαιος, ἀλλ᾽ ἐφήμερος.

ἄγ᾽, ἤν σ᾽ ἔρωμαι δύο λόγω προθεῖσ᾽ ἅμα,
560πότερα τυραννεῖν πόλιν σῷσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σ᾽ ὅδε;
Ἀργεῖά τ᾽ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
ὀδυνηρὸς ἆρ᾽ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.

σοὶ μὲν τάδ᾽ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω:
ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σ᾽ ἀνήψατο,
570ἀσύνετα δ᾽ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρ᾽, ἢν ἕλῃς γῆν τήνδ᾽ μὴ τύχοι ποτέ
πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
πῶς δ᾽ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπ᾽ Ἰνάχου ῥοαῖς;
575Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε;’ μήποτ᾽, τέκνον, κλέος
τοιόνδε σοι γένοιθ᾽ ὑφ᾽ Ἑλλήνων λαβεῖν.
ἢν δ᾽ αὖ κρατηθῇς καὶ τὰ τοῦδ᾽ ὑπερδράμῃ,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580ἐρεῖ δὲ δή τις: κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τ᾽ ἐν μέσῳ πεσεῖν.

μέθετον τὸ λίαν, μέθετον: ἀμαθία δυοῖν,
585ἐς ταὔθ᾽ ὅταν μόλητον, ἔχθιστον κακόν.

Χορός

θεοί, γένοισθε τῶνδ᾽ ἀπότροποι κακῶν
καὶ ξύμβασίν τιν᾽ Οἰδίπου τέκνοις δότε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 996
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: