previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐτεοκλῆς

690χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως
Κρέοντ᾽, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
λέγων τάδ᾽, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,
πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
695καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών:
ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ᾽ ἐμούς.

Κρέων

πόλλ᾽ ἐπῆλθον εἰσιδεῖν χρῄζων σ᾽, ἄναξ
Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
φυλακάς τ᾽ ἐπῆλθον σὸν δέμας θηρώμενος.

Ἐτεοκλῆς

700καὶ μὴν ἐγὼ σ᾽ ἔχρῃζον εἰσιδεῖν, Κρέον:
πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.

Κρέων

ἤκουσα μεῖζον αὐτὸν Θήβας φρονεῖν,
κήδει τ᾽ Ἀδράστου καὶ στρατῷ πεποιθότα.
705ἀλλ᾽ ἐς θεοὺς χρὴ ταῦτ᾽ ἀναρτήσαντ᾽ ἔχειν:
δ᾽ ἐμποδὼν μάλιστα, ταῦθ᾽ ἥκω φράσων.

Ἐτεοκλῆς

τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.

Κρέων

ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.

Ἐτεοκλῆς

λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;

Κρέων

710μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν
ὅπλοις ἑλίξειν αὐτίκ᾽ Ἀργείων στρατόν.

Ἐτεοκλῆς

ἐξοιστέον τἄρ᾽ ὅπλα Καδμείων πόλει.

Κρέων

ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς χρή σ᾽ ὁρᾶν;

Ἐτεοκλῆς

ἐκτὸς τάφρων τῶνδ᾽, ὡς μαχουμένους τάχα.

Κρέων

715σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δ᾽ ἄφθονοι.

Ἐτεοκλῆς

ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.

Κρέων

ἔχει τιν᾽ ὄγκον τἄργος Ἑλλήνων πάρα.

Ἐτεοκλῆς

θάρσει: τάχ᾽ αὐτῶν πεδίον ἐμπλήσω φόνου.

Κρέων

θέλοιμ᾽ ἄν: ἀλλὰ τοῦθ᾽ ὁρῶ πολλοῦ πόνου.

Ἐτεοκλῆς

720ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.

Κρέων

καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.

Ἐτεοκλῆς

βούλῃ τράπωμαι δῆθ᾽ ὁδοὺς ἄλλας τινάς;

Κρέων

πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.

Ἐτεοκλῆς

εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;

Κρέων

725εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.

Ἐτεοκλῆς

ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

Κρέων

ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.

Ἐτεοκλῆς

ἀλλ᾽ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;

Κρέων

ἔκπληξις ἂν γένοιτο: νικῆσαι δὲ δεῖ.

Ἐτεοκλῆς

730βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.

Κρέων

ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.

Ἐτεοκλῆς

τί δ᾽, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;

Κρέων

κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.

Ἐτεοκλῆς

τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;

Κρέων

735μὴ δῆτα: βουλεύου δ᾽, ἐπείπερ εἶ σοφός.

Ἐτεοκλῆς

τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1162
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: