previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὼ δ᾽ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
70εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,
ξυμβάντ᾽ ἔταξαν τὸν νεώτερον πάρος
φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
Ἐτεοκλέα δὲ σκῆπτρ᾽ ἔχειν μένοντα γῆς,
ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δ᾽ ἐπὶ ζυγοῖς
75καθέζετ᾽ ἀρχῆς, οὐ μεθίσταται θρόνων,
φυγάδα δ᾽ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
δ᾽ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
πολλὴν ἀθροίσας ἀσπίδ᾽ Ἀργείων ἄγει:
ἐπ᾽ αὐτὰ δ᾽ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,
80πατρῷ᾽ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
ἐγὼ δ᾽ ἔριν λύουσ᾽ ὑπόσπονδον μολεῖν
ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
ἥξειν δ᾽ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
ἀλλ᾽, φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
85Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.
χρὴ δ᾽, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν
τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.

Παιδαγωγός

κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
90μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον
στράτευμ᾽ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,
κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,
95σοὶ δ᾽ ὡς ἀνάσσῃ: πάντα δ᾽ ἐξειδὼς φράσω
τ᾽ εἶδον εἰσήκουσά τ᾽ Ἀργείων πάρα,
σπονδὰς ὅτ᾽ ἦλθον σῷ κασιγνήτῳ φέρων
ἐνθένδ᾽ ἐκεῖσε, δεῦρό τ᾽ αὖ κείνων πάρα.

ἀλλ᾽ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,
100κέδρου παλαιὰν κλίμακ᾽ ἐκπέρα ποδί:
σκόπει δὲ πεδία καὶ παρ᾽ Ἰσμηνοῦ ῥοὰς
Δίρκης τε νᾶμα πολεμίων στράτευμ᾽ ὅσον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 379
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.752
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: