previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τειρεσίας

865Ἐτεοκλέους μὲν οὕνεκ᾽ ἂν κλῄσας στόμα
χρησμοὺς ἐπέσχον: σοὶ δ᾽, ἐπεὶ χρῄζεις μαθεῖν,
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
ἐξ οὗ 'τεκνώθη Λάιος βίᾳ θεῶν
πόσιν τ᾽ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν:
870αἵ θ᾽ αἱματωποὶ δεργμάτων διαφθοραὶ
θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
ἥμαρτον ἀμαθῶς: οὔτε γὰρ γέρα πατρὶ
875οὔτ᾽ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ
ἐξηγρίωσαν: ἐκ δ᾽ ἔπνευσ᾽ αὐτοῖς ἀρὰς
δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
ἁγὼ τί οὐ δρῶν, ποῖα δ᾽ οὐ λέγων ἔπη
ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
880ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον:
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη
πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
σύ τ᾽ τάλαινα συγκατασκάπτῃ πόλι,
885εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
μηδένα πολίτην μηδ᾽ ἄνακτ᾽ εἶναι χθονός,
ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
890μί᾽ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.
ἀλλ᾽οὐ γὰρ εἰπεῖν οὔτ᾽ ἐμοὶ τόδ᾽ ἀσφαλὲς
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
πόλει παρασχεῖν φάρμακον σωτηρίας
ἄπειμι. χαίρεθ᾽: εἷς γὰρ ὢν πολλῶν μέτα
895τὸ μέλλον, εἰ χρή, πείσομαι: τί γὰρ πάθω;

Κρέων

ἐπίσχες αὐτοῦ, πρέσβυ.

Τειρεσίας
μὴ 'πιλαμβάνου.

Κρέων

μεῖνον, τί φεύγεις;

Τειρεσίας
τύχη σ᾽, ἀλλ᾽ οὐκ ἐγώ.

Κρέων

φράσον πολίταις καὶ πόλει σωτηρίαν.

Τειρεσίας

βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.

Κρέων

900καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;

Τειρεσίας

θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;

Κρέων

ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;

Τειρεσίας

κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
πρῶτον δ᾽ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
905ποῦ 'στιν Μενοικεύς, ὅς με δεῦρ᾽ ἐπήγαγεν;

Κρέων

ὅδ᾽ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.

Τειρεσίας

ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.

Κρέων

ἐμὸς πεφυκὼς παῖς δεῖ σιγήσεται.

Τειρεσίας

βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;

Κρέων

910κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 100
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: