previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

960Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;
κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.

Κρέων

τί δ᾽ ἄν τις εἴποι; δῆλον οἵ γ᾽ ἐμοὶ λόγοι.
ἐγὼ γὰρ οὔποτ᾽ ἐς τόδ᾽ εἶμι συμφορᾶς,
ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
965πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
οὐδ᾽ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
μή μ᾽ εὐλογείτω τἀμά τις κτείνων τέκνα.
αὐτὸς δ᾽ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου
θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
970

ἀλλ᾽ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
ἀκόλαστ᾽ ἐάσας μάντεων θεσπίσματα,
φεῦγ᾽ ὡς τάχιστα τῆσδ᾽ ἀπαλλαχθεὶς χθονός:
λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,
πύλας ἐφ᾽ ἑπτὰ καὶ λοχαγέτας μολών:
975κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία:
ἢν δ᾽ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.

Μενοικεύς

ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;

Κρέων

ὅπου χθονὸς τῆσδ᾽ ἐκποδὼν μάλιστ᾽ ἔσῃ.

Μενοικεύς

οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ᾽ ἐμέ.

Κρέων

980Δελφοὺς περάσας

Μενοικεύς
ποῖ με χρή, πάτερ, μολεῖν;

Κρέων

Αἰτωλίδ᾽ ἐς γῆν.

Μενοικεύς
ἐκ δὲ τῆσδε ποῖ περῶ;

Κρέων

Θεσπρωτὸν οὖδας.

Μενοικεύς
σεμνὰ Δωδώνης βάθρα;

Κρέων

ἔγνως.

Μενοικεύς
τί δὴ τόδ᾽ ἔρυμά μοι γενήσεται;

Κρέων

πόμπιμος δαίμων.

Μενοικεύς
χρημάτων δὲ τίς πόρος;

Κρέων

985ἐγὼ πορεύσω χρυσόν.

Μενοικεύς

Μενοικεύς
εὖ λέγεις, πάτερ.
χώρει νυν: ὡς σὴν πρὸς κασιγνήτην μολών,
ἧς πρῶτα μαστὸν εἵλκυσ᾽, Ἰοκάστην λέγω,
μητρὸς στερηθεὶς ὀρφανός τ᾽ ἀποζυγείς
προσηγορήσων εἶμι καὶ σῴσων βίον.
990ἀλλ᾽ εἶα, χώρει: μὴ τὸ σὸν κωλυέτω. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: