previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κάδμος

πένθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν,
1245φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾽ ἐμῶν:
ὡς θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ᾽ ἄγαν,
1250Βρόμιος ἄναξ ἀπώλεσ᾽ οἰκεῖος γεγώς.

Ἀγαύη

ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ᾽ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
ὅτ᾽ ἐν νεανίαισι Θηβαίοις ἅμα
1255θηρῶν ὀριγνῷτ᾽: ἀλλὰ θεομαχεῖν μόνον
οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;

Κάδμος

φεῦ φεῦ: φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε
1260ἀλγήσετ᾽ ἄλγος δεινόν: εἰ δὲ διὰ τέλους
ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν.

Ἀγαύη

τί δ᾽ οὐ καλῶς τῶνδ᾽ τί λυπηρῶς ἔχει;

Κάδμος

πρῶτον μὲν ἐς τόνδ᾽ αἰθέρ᾽ ὄμμα σὸν μέθες.

Ἀγαύη

1265ἰδού: τί μοι τόνδ᾽ ἐξυπεῖπας εἰσορᾶν;

Κάδμος

ἔθ᾽ αὑτὸς σοι μεταβολὰς ἔχειν δοκεῖ;

Ἀγαύη

λαμπρότερος πρὶν καὶ διειπετέστερος.

Κάδμος

τὸ δὲ πτοηθὲν τόδ᾽ ἔτι σῇ ψυχῇ πάρα;

Ἀγαύη

οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
1270ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.

Κάδμος

κλύοις ἂν οὖν τι κἀποκρίναι᾽ ἂν σαφῶς;

Ἀγαύη

ὡς ἐκλέλησμαί γ᾽ πάρος εἴπομεν, πάτερ.

Κάδμος

ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;

Ἀγαύη

Σπαρτῷ μ᾽ ἔδωκας, ὡς λέγουσ᾽, Ἐχίονι.

Κάδμος

1275τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;

Ἀγαύη

Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.

Κάδμος

τίνος πρόσωπον δῆτ᾽ ἐν ἀγκάλαις ἔχεις;

Ἀγαύη

λέοντος, ὥς γ᾽ ἔφασκον αἱ θηρώμεναι.

Κάδμος

σκέψαι νυν ὀρθῶς: βραχὺς μόχθος εἰσιδεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: