previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαύη

χαῖρ᾽, μέλαθρον, χαῖρ᾽, πατρία
πόλις: ἐκλείπω σ᾽ ἐπὶ δυστυχίᾳ
1370φυγὰς ἐκ θαλάμων.

Κάδμος

στεῖχέ νυν, παῖ, τὸν Ἀρισταίου ...

*

Ἀγαύη

στένομαί σε, πάτερ.

Κάδμος
κἀγὼ σέ, τέκνον,
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.

Ἀγαύη

δεινῶς γὰρ τάνδ᾽ αἰκείαν
1375Διόνυσος ἄναξ τοὺς σοὺς εἰς
οἴκους ἔφερεν.

Διόνυσος

καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
ἀγέραστον ἔχων ὄνομ᾽ ἐν Θήβαις.

Ἀγαύη

χαῖρε, πάτερ, μοι.

Κάδμος
χαῖρ᾽, μελέα
1380θύγατερ. χαλεπῶς δ᾽ ἐς τόδ᾽ ἂν ἥκοις.

Ἀγαύη

ἄγετ᾽, πομποί, με κασιγνήτας
ἵνα συμφυγάδας ληψόμεθ᾽ οἰκτράς.
ἔλθοιμι δ᾽ ὅπου
μήτε Κιθαιρὼν ἔμ᾽ ἴδοι μιαρὸς
1385μήτε Κιθαιρῶν᾽ ὄσσοισιν ἐγώ,
μήθ᾽ ὅθι θύρσου μνῆμ᾽ ἀνάκειται:
Βάκχαις δ᾽ ἄλλαισι μέλοιεν.

Χορός

πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί:
1390καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη,
τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: