previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τειρεσίας

170τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
Ἀγήνορος παῖδ᾽, ὃς πόλιν Σιδωνίαν
λιπὼν ἐπύργωσ᾽ ἄστυ Θηβαίων τόδε.
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
ζητεῖ νιν: οἶδε δ᾽ αὐτὸς ὧν ἥκω πέρι
175 τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.

Κάδμος

φίλταθ᾽, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
σοφὴν σοφοῦ παρ᾽ ἀνδρός, ἐν δόμοισιν ὤν:
180ἥκω δ᾽ ἕτοιμος τήνδ᾽ ἔχων σκευὴν θεοῦ:
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς
ὅσον καθ᾽ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
185καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
γέρων γέροντι, Τειρεσία: σὺ γὰρ σοφός.
ὡς οὐ κάμοιμ᾽ ἂν οὔτε νύκτ᾽ οὔθ᾽ ἡμέραν
θύρσῳ κροτῶν γῆν: ἐπιλελήσμεθ᾽ ἡδέως
γέροντες ὄντες.

Τειρεσίας
ταὔτ᾽ ἐμοὶ πάσχεις ἄρα:
190κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.

Κάδμος

οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;

Τειρεσίας

ἀλλ᾽ οὐχ ὁμοίως ἂν θεὸς τιμὴν ἔχοι.

Κάδμος

γέρων γέροντα παιδαγωγήσω σ᾽ ἐγώ.

Τειρεσίας

θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.

Κάδμος

195μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;

Τειρεσίας

μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ᾽ ἄλλοι κακῶς.

Κάδμος

μακρὸν τὸ μέλλειν: ἀλλ᾽ ἐμῆς ἔχου χερός.

Τειρεσίας

ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.

Κάδμος

οὐ καταφρονῶ 'γὼ τῶν θεῶν θνητὸς γεγώς.

Τειρεσίας

200οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
πατρίους παραδοχάς, ἅς θ᾽ ὁμήλικας χρόνῳ
κεκτήμεθ᾽, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδ᾽ εἰ δι᾽ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
205μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
οὐ γὰρ διῄρηχ᾽ θεός, οὔτε τὸν νέον
εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
ἀλλ᾽ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
κοινάς, διαριθμῶν δ᾽ οὐδέν᾽ αὔξεσθαι θέλει.

Κάδμος

210ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ᾽ οὐχ ὁρᾷς,
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
Ἐχίονος παῖς, κράτος δίδωμι γῆς.
ὡς ἐπτόηται: τί ποτ᾽ ἐρεῖ νεώτερον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: