previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τειρεσίας

Τειρεσίας

ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγ᾽ ἔργον εὖ λέγειν:
σὺ δ᾽ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ᾽ οὐκ ἔνεισί σοι φρένες.
270θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ᾽ ἀνὴρ
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.

οὗτος δ᾽ δαίμων νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ᾽ Ἑλλάδ᾽ ἔσται. δύο γάρ, νεανία,
275τὰ πρῶτ᾽ ἐν ἀνθρώποισι: Δημήτηρ θεά--
γῆ δ᾽ ἐστίν, ὄνομα δ᾽ ὁπότερον βούλῃ κάλει:
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς:
ὃς δ᾽ ἦλθ᾽ ἔπειτ᾽, ἀντίπαλον Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμ᾽ ηὗρε κεἰσηνέγκατο
280θνητοῖς, παύει τοὺς ταλαιπώρους βροτοὺς
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ᾽ ἡμέραν κακῶν
δίδωσιν, οὐδ᾽ ἔστ᾽ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
285ὥστε διὰ τοῦτον τἀγάθ᾽ ἀνθρώπους ἔχειν.

καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σ᾽ ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ᾽ ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δ᾽ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
290Ἥρα νιν ἤθελ᾽ ἐκβαλεῖν ἀπ᾽ οὐρανοῦ:
Ζεὺς δ᾽ ἀντεμηχανήσαθ᾽ οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόν᾽ ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδ᾽ ὅμηρον ἐκδιδούς,

*
Διόνυσον Ἥρας νεικέων: χρόνῳ δέ νιν
295βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθ᾽ ὡμήρευσε, συνθέντες λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: