previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μάντις δ᾽ δαίμων ὅδε: τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει:
300ὅταν γὰρ θεὸς ἐς τὸ σῶμ᾽ ἔλθῃ πολύς,
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά:
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
305μανία δὲ καὶ τοῦτ᾽ ἐστὶ Διονύσου πάρα.
ἔτ᾽ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
μέγαν τ᾽ ἀν᾽ Ἑλλάδα. ἀλλ᾽ ἐμοί, Πενθεῦ, πιθοῦ:
310μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
μηδ᾽, ἢν δοκῇς μέν, δὲ δόξα σου νοσῇ,
φρονεῖν δόκει τι: τὸν θεὸν δ᾽ ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.

οὐχ Διόνυσος σωφρονεῖν ἀναγκάσει
315γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ᾽ ἐν τῇ φύσει
τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ᾽ ἀεί
τοῦτο σκοπεῖν χρή: καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ᾽ γε σώφρων οὐ διαφθαρήσεται.

ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
320πολλοί, τὸ Πενθέως δ᾽ ὄνομα μεγαλύνῃ πόλις:
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
κισσῷ τ᾽ ἐρεψόμεσθα καὶ χορεύσομεν,
πολιὰ ξυνωρίς, ἀλλ᾽ ὅμως χορευτέον,
325κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
ἄκη λάβοις ἂν οὔτ᾽ ἄνευ τούτων νοσεῖς.

Χορός

πρέσβυ, Φοῖβόν τ᾽ οὐ καταισχύνεις λόγοις,
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.

Κάδμος

330 παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
οἴκει μεθ᾽ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
κεἰ μὴ γὰρ ἔστιν θεὸς οὗτος, ὡς σὺ φῄς,
παρὰ σοὶ λεγέσθω: καὶ καταψεύδου καλῶς
335ὡς ἔστι, Σεμέλη θ᾽ ἵνα δοκῇ θεὸν τεκεῖν,
ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.

ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
διεσπάσαντο, κρείσσον᾽ ἐν κυναγίαις
340Ἀρτέμιδος εἶναι κομπάσαντ᾽, ἐν ὀργάσιν.
μὴ πάθῃς σύ: δεῦρό σου στέψω κάρα
κισσῷ: μεθ᾽ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: