previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεράπων

Πενθεῦ, πάρεσμεν τήνδ᾽ ἄγραν ἠγρευκότες
435ἐφ᾽ ἣν ἔπεμψας, οὐδ᾽ ἄκρανθ᾽ ὡρμήσαμεν.
θὴρ δ᾽ ὅδ᾽ ἡμῖν πρᾶος οὐδ᾽ ὑπέσπασεν
φυγῇ πόδ᾽, ἀλλ᾽ ἔδωκεν οὐκ ἄκων χέρας
οὐδ᾽ ὠχρός, οὐδ᾽ ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
440ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
κἀγὼ δι᾽ αἰδοῦς εἶπον: ξέν᾽, οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δ᾽ ὅς μ᾽ ἔπεμψ᾽ ἐπιστολαῖς.

ἃς δ᾽ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
445φροῦδαί γ᾽ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν:
αὐτόματα δ᾽ αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τ᾽ ἀνῆκαν θύρετρ᾽ ἄνευ θνητῆς χερός.
πολλῶν δ᾽ ὅδ᾽ ἁνὴρ θαυμάτων ἥκει πλέως
450ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.

Πενθεύς

μέθεσθε χειρῶν τοῦδ᾽: ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ᾽ ἐκφυγεῖν.

ἀτὰρ τὸ μὲν σῶμ᾽ οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφ᾽ ὅπερ ἐς Θήβας πάρει:
455πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,
γένυν παρ᾽ αὐτὴν κεχυμένος, πόθου πλέως:
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλ᾽ ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
460πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.

Διόνυσος

οὐ κόμπος οὐδείς: ῥᾴδιον δ᾽ εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

Πενθεύς

οἶδ᾽, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.

Διόνυσος

ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.

Πενθεύς

465πόθεν δὲ τελετὰς τάσδ᾽ ἄγεις ἐς Ἑλλάδα;

Διόνυσος

Διόνυσος ἡμᾶς εἰσέβησ᾽, τοῦ Διός.

Πενθεύς

Ζεὺς δ᾽ ἔστ᾽ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;

Διόνυσος

οὔκ, ἀλλ᾽ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.

Πενθεύς

πότερα δὲ νύκτωρ σ᾽ κατ᾽ ὄμμ᾽ ἠνάγκασεν;

Διόνυσος

470ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.

Πενθεύς

τὰ δ᾽ ὄργι᾽ ἐστὶ τίν᾽ ἰδέαν ἔχοντά σοι;

Διόνυσος

ἄρρητ᾽ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.

Πενθεύς

ἔχει δ᾽ ὄνησιν τοῖσι θύουσιν τίνα;

Διόνυσος

οὐ θέμις ἀκοῦσαί σ᾽, ἔστι δ᾽ ἄξι᾽ εἰδέναι.

Πενθεύς

475εὖ τοῦτ᾽ ἐκιβδήλευσας, ἵν᾽ ἀκοῦσαι θέλω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 753
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: