previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διόνυσος

ἀσέβειαν ἀσκοῦντ᾽ ὄργι᾽ ἐχθαίρει θεοῦ.

Πενθεύς

τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;

Διόνυσος

ὁποῖος ἤθελ᾽: οὐκ ἐγὼ 'τασσον τόδε.

Πενθεύς

τοῦτ᾽ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.

Διόνυσος

480δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.

Πενθεύς

ἦλθες δὲ πρῶτα δεῦρ᾽ ἄγων τὸν δαίμονα;

Διόνυσος

πᾶς ἀναχορεύει βαρβάρων τάδ᾽ ὄργια.

Πενθεύς

φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.

Διόνυσος

τάδ᾽ εὖ γε μᾶλλον: οἱ νόμοι δὲ διάφοροι.

Πενθεύς

485τὰ δ᾽ ἱερὰ νύκτωρ μεθ᾽ ἡμέραν τελεῖς;

Διόνυσος

νύκτωρ τὰ πολλά: σεμνότητ᾽ ἔχει σκότος.

Πενθεύς

τοῦτ᾽ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.

Διόνυσος

κἀν ἡμέρᾳ τό γ᾽ αἰσχρὸν ἐξεύροι τις ἄν.

Πενθεύς

δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.

Διόνυσος

490σὲ δ᾽ ἀμαθίας γε κἀσεβοῦντ᾽ ἐς τὸν θεόν.

Πενθεύς

ὡς θρασὺς βάκχος κοὐκ ἀγύμναστος λόγων.

Διόνυσος

εἴφ᾽ τι παθεῖν δεῖ: τί με τὸ δεινὸν ἐργάσῃ;

Πενθεύς

πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.

Διόνυσος

ἱερὸς πλόκαμος: τῷ θεῷ δ᾽ αὐτὸν τρέφω.

Πενθεύς

495ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.

Διόνυσος

αὐτός μ᾽ ἀφαιροῦ: τόνδε Διονύσου φορῶ.

Πενθεύς

εἱρκταῖσί τ᾽ ἔνδον σῶμα σὸν φυλάξομεν.

Διόνυσος

λύσει μ᾽ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.

Πενθεύς

ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.

Διόνυσος

500καὶ νῦν πάσχω πλησίον παρὼν ὁρᾷ.

Πενθεύς

καὶ ποῦ 'στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ᾽ ἐμοῖς.

Διόνυσος

παρ᾽ ἐμοί: σὺ δ᾽ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.

Πενθεύς

λάζυσθε: καταφρονεῖ με καὶ Θήβας ὅδε.

Διόνυσος

αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.

Πενθεύς

505ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.

Διόνυσος

οὐκ οἶσθ᾽ τι ζῇς, οὐδ᾽ δρᾷς, οὐδ᾽ ὅστις εἶ.

Πενθεύς

Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ᾽ Ἐχίονος.

Διόνυσος

ἐνδυστυχῆσαι τοὔνομ᾽ ἐπιτήδειος εἶ.

Πενθεύς

χώρει: καθείρξατ᾽ αὐτὸν ἱππικαῖς πέλας
510φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
ἐκεῖ χόρευε: τάσδε δ᾽ ἃς ἄγων πάρει
κακῶν συνεργοὺς διεμπολήσομεν
χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας, ἐφ᾽ ἱστοῖς δμωίδας κεκτήσομαι.

Διόνυσος

515στείχοιμ᾽ ἄν: τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
παθεῖν. ἀτάρ τοι τῶνδ᾽ ἄποιν᾽ ὑβρισμάτων
μέτεισι Διόνυσός σ᾽, ὃν οὐκ εἶναι λέγεις:
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1146
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: