previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πενθεύς

πέπονθα δεινά: διαπέφευγέ μ᾽ ξένος,
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
ἔα ἔα:
645ὅδ᾽ ἐστὶν ἁνήρ: τί τάδε; πῶς προνώπιος
φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;

Διόνυσος

στῆσον πόδ᾽, ὀργῇ δ᾽ ὑπόθες ἥσυχον πόδα.

Πενθεύς

πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;

Διόνυσος

οὐκ εἶπον--ἢ οὐκ ἤκουσασ--ὅτι λύσει μέ τις;

Πενθεύς

650τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.

Διόνυσος

ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.

Πενθεύς


*

Διόνυσος

ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.

Πενθεύς

κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.

Διόνυσος

τί δ᾽; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;

Πενθεύς

655σοφὸς σοφὸς σύ, πλὴν δεῖ σ᾽ εἶναι σοφόν.

Διόνυσος

δεῖ μάλιστα, ταῦτ᾽ ἔγωγ᾽ ἔφυν σοφός.
κείνου δ᾽ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι:
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.

Ἄγγελος

660Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
ἥκω Κιθαιρῶν᾽ ἐκλιπών, ἵν᾽ οὔποτε
λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.

Πενθεύς

ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;

Ἄγγελος

βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
665οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
θέλω δ᾽ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
φράσω τὰ κεῖθεν λόγον στειλώμεθα:
670τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ᾽, ἄναξ,
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.

Πενθεύς

λέγ᾽, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
ὅσῳ δ᾽ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
675τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: