previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



κυρεῖ δ᾽ Ἀγαύη πλησίον θρῴσκουσά μου:
κἀγὼ 'ξεπήδησ᾽ ὡς συναρπάσαι θέλων,
730λόχμην κενώσας ἔνθ᾽ ἐκρυπτόμην δέμας.
δ᾽ ἀνεβόησεν: δρομάδες ἐμαὶ κύνες,
θηρώμεθ᾽ ἀνδρῶν τῶνδ᾽ ὕπ᾽: ἀλλ᾽ ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.

ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
735βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
740εἶδες δ᾽ ἂν πλεύρ᾽ δίχηλον ἔμβασιν
ῥιπτόμεν᾽ ἄνω τε καὶ κάτω: κρεμαστὰ δὲ
ἔσταζ᾽ ὑπ᾽ ἐλάταις ἀναπεφυρμέν᾽ αἵματι.
ταῦροι δ᾽ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
745μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δ᾽ ὥστ᾽ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
πεδίων ὑποτάσεις, αἳ παρ᾽ Ἀσωποῦ ῥοαῖς
750εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν:
Ὑσιάς τ᾽ Ἐρυθράς θ᾽, αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
ἐπεσπεσοῦσαι πάντ᾽ ἄνω τε καὶ κάτω
διέφερον: ἥρπαζον μὲν ἐκ δόμων τέκνα:
755ὁπόσα δ᾽ ἐπ᾽ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
προσείχετ᾽ οὐδ᾽ ἔπιπτεν ἐς μέλαν πέδον,
οὐ χαλκός, οὐ σίδηρος: ἐπὶ δὲ βοστρύχοις
πῦρ ἔφερον, οὐδ᾽ ἔκαιεν. οἳ δ᾽ ὀργῆς ὕπο
ἐς ὅπλ᾽ ἐχώρουν φερόμενοι βακχῶν ὕπο:
760οὗπερ τὸ δεινὸν ἦν θέαμ᾽ ἰδεῖν, ἄναξ.
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
765πάλιν δ᾽ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,
κρήνας ἐπ᾽ αὐτὰς ἃς ἀνῆκ᾽ αὐταῖς θεός.
νίψαντο δ᾽ αἷμα, σταγόνα δ᾽ ἐκ παρηίδων
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.

τὸν δαίμον᾽ οὖν τόνδ᾽ ὅστις ἔστ᾽, δέσποτα,
770δέχου πόλει τῇδ᾽: ὡς τά τ᾽ ἄλλ᾽ ἐστὶν μέγας,
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: