previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.

Κλυταιμήστρα

τόν τε τῆς θεᾶς παῖδα, τέκνον, σὺ δεῦρ᾽ ἐλήλυθας.

Ἰφιγένεια

1340διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.

Κλυταιμήστρα

τί δὲ τέκνον, φεύγεις;

Ἰφιγένεια
Ἀχιλλέα τόνδ᾽ ἰδεῖν αἰσχύνομαι.

Κλυταιμήστρα

ὡς τί δή;

Ἰφιγένεια
τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.

Κλυταιμήστρα

οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
ἀλλὰ μίμν᾽: οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.

Ἀχιλλεύς

1345 γύναι τάλαινα, Λήδας θύγατερ ...

Κλυταιμήστρα
οὐ ψευδῆ θροεῖς.

Ἀχιλλεύς

δείν᾽ ἐν Ἀργείοις βοᾶται ...

Κλυταιμήστρα
τίνα βοήν; σήμαινέ μοι.

Ἀχιλλεύς

ἀμφὶ σῆς παιδός ...

Κλυταιμήστρα
πονηρὸν εἶπας οἰωνὸν λόγον.

Ἀχιλλεύς

ὡς χρεὼν σφάξαι νιν.

Κλυταιμήστρα
οὐδεὶς τοῖσδ᾽ ἐναντίον λέγει;

Ἀχιλλεύς

ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον ...

Κλυταιμήστρα
τίν᾽, ξένε;

Ἀχιλλεύς

1350σῶμα λευσθῆναι πέτροισι.

Κλυταιμήστρα
μῶν κόρην σῴζων ἐμήν;

Ἀχιλλεύς

αὐτὸ τοῦτο.

Κλυταιμήστρα
τίς δ᾽ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν;

Ἀχιλλεύς

πάντες Ἕλληνες.

Κλυταιμήστρα
στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;

Ἀχιλλεύς

πρῶτος ἦν ἐκεῖνος ἐχθρός.

Κλυταιμήστρα
δι᾽ ἄρ᾽ ὀλώλαμεν, τέκνον.

Ἀχιλλεύς

οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.

Κλυταιμήστρα
ἀπεκρίνω δὲ τί;

Ἀχιλλεύς

1355τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν ...

Κλυταιμήστρα
δίκαια γάρ.

Ἀχιλλεύς

ἣν ἐφήμισεν πατήρ μοι.

Κλυταιμήστρα
καὶ Ἀργόθεν γ᾽ ἐπέμψατο.

Ἀχιλλεύς

ἀλλ᾽ ἐνικώμην κεκραγμοῦ.

Κλυταιμήστρα
τὸ πολὺ γὰρ δεινὸν κακόν.

Ἀχιλλεύς

ἀλλ᾽ ὅμως ἀρήξομέν σοι.

Κλυταιμήστρα
καὶ μαχῇ πολλοῖσιν εἷς;

Ἀχιλλεύς

εἰσορᾷς τεύχη φέροντας τούσδε;

Κλυταιμήστρα
ὄναιο τῶν φρενῶν.

Ἀχιλλεύς

1360ἀλλ᾽ ὀνησόμεσθα.

Κλυταιμήστρα
παῖς ἄρ᾽ οὐκέτι σφαγήσεται;

Ἀχιλλεύς

οὔκ, ἐμοῦ γ᾽ ἑκόντος.

Κλυταιμήστρα
ἥξει δ᾽ ὅστις ἅψεται κόρης;

Ἀχιλλεύς

μυρίοι γ᾽, ἄξει δ᾽ Ὀδυσσεύς.

Κλυταιμήστρα
ἆρ᾽ Σισύφου γόνος;

Ἀχιλλεύς

αὐτὸς οὗτος.

Κλυταιμήστρα
ἴδια πράσσων, στρατοῦ ταχθεὶς ὕπο;

Ἀχιλλεύς

αἱρεθεὶς ἑκών.

Κλυταιμήστρα
πονηράν γ᾽ αἵρεσιν, μιαιφονεῖν.

Ἀχιλλεύς

1365ἀλλ᾽ ἐγὼ σχήσω νιν.

Κλυταιμήστρα
ἄξει δ᾽ οὐχ ἑκοῦσαν ἁρπάσας;

Ἀχιλλεύς

δηλαδὴ ξανθῆς ἐθείρας.

Κλυταιμήστρα
ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;

Ἀχιλλεύς

ἀντέχου θυγατρός.

Κλυταιμήστρα
ὡς τοῦδ᾽ εἵνεκ᾽ οὐ σφαγήσεται.

Ἀχιλλεύς

ἀλλὰ μὴν ἐς τοῦτό γ᾽ ἥξει.

Ἰφιγένεια

Ἰφιγένεια
μῆτερ, εἰσακούσατε
τῶν ἐμῶν λόγων: μάτην γάρ σ᾽ εἰσορῶ θυμουμένην
1370σῷ πόσει: τὰ δ᾽ ἀδύναθ᾽ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας:
ἀλλὰ καὶ σὲ τοῦθ᾽ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1042
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: