previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



οἷα δ᾽ εἰσῆλθέν μ᾽, ἄκουσον, μῆτερ, ἐννοουμένην:
1375κατθανεῖν μέν μοι δέδοκται: τοῦτο δ᾽ αὐτὸ βούλομαι
εὐκλεῶς πρᾶξαι, παρεῖσά γ᾽ ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθ᾽ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω:
εἰς ἔμ᾽ Ἑλλὰς μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
1380τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,
μηκέθ᾽ ἁρπάζειν ἐᾶν τούσδ᾽ ὀλβίας ἐξ Ἑλλάδος,
τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδ᾽ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
1385καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών:
πᾶσι γάρ μ᾽ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
μυρίοι δ᾽ ἐρέτμ᾽ ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
1390 δ᾽ ἐμὴ ψυχὴ μί᾽ οὖσα πάντα κωλύσει τάδε;
τί τὸ δίκαιον τοῦτό γε; ἆρ᾽ ἔχοιμ᾽ ἂν ἀντειπεῖν ἔπος;
κἀπ᾽ ἐκεῖν᾽ ἔλθωμεν: οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκ᾽ οὐδὲ κατθανεῖν.
εἷς γ᾽ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
1395εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
ἐμποδὼν γενήσομαι 'γὼ θνητὸς οὖσα τῇ θεῷ;
ἀλλ᾽ ἀμήχανον: δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
θύετ᾽, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ᾽ ἐμή.
1400βαρβάρων δ᾽ Ἕλληνας ἄρχειν εἰκός, ἀλλ᾽ οὐ βαρβάρους,
μῆτερ, Ἑλλήνων: τὸ μὲν γὰρ δοῦλον, οἳ δ᾽ ἐλεύθεροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: