previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἄγγελος

Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.

Κλυταιμήστρα

φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
1535ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ:
μή μοί τιν᾽ ἄλλην ξυμφορὰν ἥκεις φέρων
πρὸς τῇ παρούσῃ;

Ἄγγελος
σῆς μὲν οὖν παιδὸς πέρι
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.

Κλυταιμήστρα

μὴ μέλλε τοίνυν, ἀλλὰ φράζ᾽ ὅσον τάχος.

Ἀγγελος

Ἄγγελος

1540ἀλλ᾽, φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.
λέξω δ᾽ ἀπ᾽ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου
γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
Ἀρτέμιδος ἄλσος λείμακάς τ᾽ ἀνθεσφόρους,
1545ἵν᾽ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,
σὴν παῖδ᾽ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
ἠθροίζεθ᾽. ὡς δ᾽ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
1550δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.
δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
ἔλεξε τοιάδ᾽: πάτερ, πάρειμί σοι:
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
1555θῦσαι δίδωμ᾽ ἑκοῦσα πρὸς βωμὸν θεᾶς
ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
καὶ τοὐπ᾽ ἔμ᾽ εὐτυχεῖτε: καὶ νικηφόρου
δώρου τύχοιτε πατρίδα τ᾽ ἐξίκοισθε γῆν.
πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ:
1560σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
τοσαῦτ᾽ ἔλεξε: πᾶς δ᾽ ἐθάμβησεν κλύων
εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
στὰς δ᾽ ἐν μέσῳ Ταλθύβιος, τόδ᾽ ἦν μέλον,
εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ:
1565Κάλχας δ᾽ μάντις ἐς κανοῦν χρυσήλατον
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
κολεῶν ἔσωθεν, κρᾶτά τ᾽ ἔστεψεν κόρης.
παῖς δ᾽ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θ᾽ ὁμοῦ,
1570ἔλεξε δ᾽: παῖ Ζηνός, θηροκτόνε,
τὸ λαμπρὸν εἱλίσσουσ᾽ ἐν εὐφρόνῃ φάος,
δέξαι τὸ θῦμα τόδ᾽ γέ σοι δωρούμεθα
στρατός τ᾽ ἈχαιῶνἈγαμέμνων ἄναξ θ᾽ ὁμοῦ, †
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
1575καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
Τροίας τε πέργαμ᾽ ἐξελεῖν ἡμᾶς δορί.
ἐς γῆν δ᾽ Ἀτρεῖδαι πᾶς στρατός τ᾽ ἔστη βλέπων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: