previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
λαιμόν τ᾽ ἐπεσκοπεῖθ᾽, ἵνα πλήξειεν ἄν:
1580ἐμοὶ δέ τ᾽ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,
κἄστην νενευκώς: θαῦμα δ᾽ ἦν αἴφνης ὁρᾶν.
πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετ᾽ ἂν σαφῶς,
τὴν παρθένον δ᾽ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
βοᾷ δ᾽ ἱερεύς, ἅπας δ᾽ ἐπήχησε στρατός,
1585ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος
φάσμ᾽, οὗ γε μηδ᾽ ὁρωμένου πίστις παρῆν:
ἔλαφος γὰρ ἀσπαίρουσ᾽ ἔκειτ᾽ ἐπὶ χθονὶ
ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
ἧς αἵματι βωμὸς ἐραίνετ᾽ ἄρδην τῆς θεοῦ.
1590κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη:
τοῦδ᾽ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
ὁρᾶτε τήνδε θυσίαν, ἣν θεὸς
προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
1595ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
ἡδέως τε τοῦτ᾽ ἐδέξατο, καὶ πλοῦν οὔριον
δίδωσιν ἡμῖν Ἰλίου τ᾽ ἐπιδρομάς.
πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης,
χώρει τε πρὸς ναῦν: ὡς ἡμέρᾳ τῇδε δεῖ
1600λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς
Αἴγαιον οἶδμα διαπερᾶν.
ἐπεὶ δ᾽ ἅπαν
κατηνθρακώθη θῦμ᾽ ἐν Ἡφαίστου φλογί,
τὰ πρόσφορ᾽ ηὔξαθ᾽, ὡς τύχοι νόστου στρατός.
πέμπει δ᾽ Ἀγαμέμνων μ᾽ ὥστε σοι φράσαι τάδε,
1605λέγειν θ᾽ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ
καὶ δόξαν ἔσχεν ἄφθιτον καθ᾽ Ἑλλάδα.
ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμ᾽ ὁρῶν λέγω:
παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
λύπης δ᾽ ἀφαίρει καὶ πόσει πάρες χόλον:
1610ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,
σώζουσί θ᾽ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε
θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.

Χορός

ὡς ἥδομαί τοι ταῦτ᾽ ἀκούσασ᾽ ἀγγέλου:
ζῶν δ᾽ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 256
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: