previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

ἔα:
τίς ποτ᾽ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

Μενέλαος

οὑμὸς οὐχ τοῦδε μῦθος κυριώτερος λέγειν.

Ἀγαμέμνων

σὺ δὲ τί τῷδ᾽ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τ᾽ ἄγεις;

Μενέλαος

320βλέψον εἰς ἡμᾶς, ἵν᾽ ἀρχὰς τῶν λόγων ταύτας λάβω.

Ἀγαμέμνων

μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;

Μενέλαος

τήνδ᾽ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;

Ἀγαμέμνων

εἰσορῶ: καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.

Μενέλαος

οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.

Ἀγαμέμνων

325 γὰρ οἶσθ᾽ μή σε καιρὸς εἰδέναι σήμαντρ᾽ ἀνείς;

Μενέλαος

ὥστε σ᾽ ἀλγῦναί γ᾽, ἀνοίξας σὺ κάκ᾽ εἰργάσω λάθρᾳ.

Ἀγαμέμνων

ποῦ δὲ κἄλαβές νιν; θεοί, σῆς ἀναισχύντου φρενός.

Μενέλαος

προσδοκῶν σὴν παῖδ᾽ ἀπ᾽ Ἄργους, εἰ στράτευμ᾽ ἀφίξεται.

Ἀγαμέμνων

τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;

Μενέλαος

330ὅτι τὸ βούλεσθαί μ᾽ ἔκνιζε: σὸς δὲ δοῦλος οὐκ ἔφυν.

Ἀγαμέμνων

οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;

Μενέλαος

πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ᾽ αὐτίκα.

Ἀγαμέμνων

εὖ κεκόμψευσαι πονηρά: γλῶσσ᾽ ἐπίφθονον σοφή.

Μενέλαος

Μενέλαος

νοῦς δέ γ᾽ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
335βούλομαι δέ σ᾽ ἐξελέγξαι, καὶ σὺ μήτ᾽ ὀργῆς ὕπο
ἀποτρέπου τἀληθὲς οὔτ᾽ αὖ κατατενῶ λίαν ἐγώ.
οἶσθ᾽, ὅτ᾽ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων
340καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσικεἰ μή τις θέλοι
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
κᾆτ᾽, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
τοῖς φίλοισιν οὐκέτ᾽ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,
345δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δ᾽ οὐ χρεὼν
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
ἡνίκ᾽ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 324
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: