previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

640 πάτερ, ἐσεῖδόν σ᾽ ἀσμένη πολλῷ χρόνῳ.

Ἀγαμέμνων

καὶ γὰρ πατὴρ σέ: τόδ᾽ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.

Ἰφιγένεια

χαῖρ᾽: εὖ δέ μ᾽ ἀγαγὼν πρὸς σ᾽ ἐποίησας, πάτερ.

Ἀγαμέμνων

οὐκ οἶδ᾽ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.

Ἰφιγένεια

ἔα:
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ᾽ ἰδών.

Ἀγαμέμνων

645πόλλ᾽ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.

Ἰφιγένεια

παρ᾽ ἐμοὶ γενοῦ νῦν, μὴ 'πὶ φροντίδας τρέπου.

Ἀγαμέμνων

ἀλλ᾽ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.

Ἰφιγένεια

μέθες νυν ὀφρὺν ὄμμα τ᾽ ἔκτεινον φίλον.

Ἀγαμέμνων

ἰδού, γέγηθά σ᾽ ὡς γέγηθ᾽ ὁρῶν, τέκνον.

Ἰφιγένεια

650κἄπειτα λείβεις δάκρυ᾽ ἀπ᾽ ὀμμάτων σέθεν;

Ἀγαμέμνων

μακρὰ γὰρ ἡμῖν 'πιοῦσ᾽ ἀπουσία.

Ἰφιγένεια

οὐκ οἶδ᾽ τι φῄς, οὐκ οἶδα, φίλτατ᾽ ἐμοὶ πάτερ. †

Ἀγαμέμνων

συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ᾽ ἄγεις.

Ἰφιγένεια

ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ᾽ εὐφρανῶ.

Ἀγαμέμνων

655παπαῖ. τὸ σιγᾶν οὐ σθένω: σὲ δ᾽ ᾔνεσα.

Ἰφιγένεια

μέν᾽, πάτερ, κατ᾽ οἶκον ἐπὶ τέκνοις σέθεν.

Ἀγαμέμνων

θέλω γε: τὸ θέλειν δ᾽ οὐκ ἔχων ἀλγύνομαι.

Ἰφιγένεια

ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.

Ἀγαμέμνων

ἄλλους ὀλεῖ πρόσθ᾽ ἐμὲ διολέσαντ᾽ ἔχει.

Ἰφιγένεια

660ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.

Ἀγαμέμνων

καὶ νῦν γέ μ᾽ ἴσχει δή τι μὴ στέλλειν στρατόν.

Ἰφιγένεια

ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;

Ἀγαμέμνων

οὗ μήποτ᾽ οἰκεῖν ὤφελ᾽ Πριάμου Πάρις.

Ἰφιγένεια

μακρὰν ἀπαίρεις, πάτερ, λιπὼν ἐμέ.

Ἀγαμέμνων

665εἰς ταὐτόν, θύγατερ, ἥκεις σῷ πατρί. †

Ἰφιγένεια

φεῦ:
εἴθ᾽ ἦν καλόν μοι σοί τ᾽ ἄγειν σύμπλουν ἐμέ.

Ἀγαμέμνων

ἔτ᾽ ἔστι καὶ σοὶ πλοῦς, ἵν᾽ ἀμμνήσῃ πατρός.

Ἰφιγένεια

σὺν μητρὶ πλεύσασ᾽ μόνη πορεύσομαι;

Ἀγαμέμνων

μόνη, μονωθεῖσ᾽ ἀπὸ πατρὸς καὶ μητέρος.

Ἰφιγένεια

670οὔ πού μ᾽ ἐς ἄλλα δώματ᾽ οἰκίζεις, πάτερ;

Ἀγαμέμνων

ἐατέ᾽: οὐ χρὴ τοιάδ᾽ εἰδέναι κόρας.

Ἰφιγένεια

σπεῦδ᾽ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.

Ἀγαμέμνων

θῦσαί με θυσίαν πρῶτα δεῖ τιν᾽ ἐνθάδε.

Ἰφιγένεια

ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ᾽ εὐσεβὲς σκοπεῖν.

Ἀγαμέμνων

675εἴσῃ σύ: χερνίβων γὰρ ἑστήξῃ πέλας.

Ἰφιγένεια

στήσομεν ἄρ᾽ ἀμφὶ βωμόν, πάτερ, χορούς;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: