previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

πρέσβυ, δόμων τῶνδε πάροιθεν
στεῖχε.

Πρεσβύτης
στείχω. τί δὲ καινουργεῖς,
Ἀγάμεμνον ἄναξ;

Ἀγαμέμνων
σπεύσεις;

Πρεσβύτης
σπεύδω.
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
5καὶ ἐπ᾽ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.

Ἀγαμέμνων

τίς ποτ᾽ ἄρ᾽ ἀστὴρ ὅδε πορθμεύει;

Πρεσβύτης

Σείριος ἐγγὺς τῆς ἑπταπόρου
Πλειάδος ᾁσσων ἔτι μεσσήρης.

Ἀγαμέμνων

οὔκουν φθόγγος γ᾽ οὔτ᾽ ὀρνίθων
10οὔτε θαλάσσης: σιγαὶ δ᾽ ἀνέμων
τόνδε κατ᾽ Εὔριπον ἔχουσιν.

Πρεσβύτης

τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
Ἀγάμεμνον ἄναξ;
ἔτι δ᾽ ἡσυχία τῇδε κατ᾽ Αὖλιν
15καὶ ἀκίνητοι φυλακαὶ τειχέων.
στείχωμεν ἔσω.

Ἀγαμέμνων
ζηλῶ σέ, γέρον,
ζηλῶ δ᾽ ἀνδρῶν ὃς ἀκίνδυνον
βίον ἐξεπέρασ᾽ ἀγνὼς ἀκλεής:
τοὺς δ᾽ ἐν τιμαῖς ἧσσον ζηλῶ.

Πρεσβύτης

20καὶ μὴν τὸ καλόν γ᾽ ἐνταῦθα βίου.

Ἀγαμέμνων

τοῦτο δέ γ᾽ ἐστὶν τὸ καλὸν σφαλερόν,
καὶ τὸ πρότιμον
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ᾽
25ἀνέτρεψε βίον, τοτὲ δ᾽ ἀνθρώπων
γνῶμαι πολλαὶ
καὶ δυσάρεστοι διέκναισαν.

Πρεσβύτης

οὐκ ἄγαμαι ταῦτ᾽ ἀνδρὸς ἀριστέως.
οὐκ ἐπὶ πᾶσίν σ᾽ ἐφύτευσ᾽ ἀγαθοῖς,
30Ἀγάμεμνον, Ἀτρεύς.
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι:
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμεν᾽ ἔσται.
σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
35δέλτον τε γράφεις
τήνδ᾽ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
καὶ σφραγίζεις λύεις τ᾽ ὀπίσω
ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν
40κατὰ δάκρυ χέων,
καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
μὴ οὐ μαίνεσθαι.
τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
45πρὸς δ᾽ ἄνδρ᾽ ἀγαθὸν πιστόν τε φράσεις:
σῇ γάρ μ᾽ ἀλόχῳ τότε Τυνδάρεως
πέμπει φερνὴν
συννυμφοκόμον τε δίκαιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: