previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρεσβύτης

855 ξέν᾽, Αἰακοῦ γένεθλον, μεῖνον: , σέ τοι λέγω,
τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.

Ἀχιλλεύς

τίς καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.

Πρεσβύτης

δοῦλος, οὐχ ἁβρύνομαι τῷδ᾽: τύχη γὰρ οὐκ ἐᾷ.

Ἀχιλλεύς

τίνος; ἐμὸς μὲν οὐχί: χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.

Πρεσβύτης

860τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.

Ἀχιλλεύς

ἕσταμεν: φράζ᾽, εἴ τι χρῄζεις, ὧν μ᾽ ἐπέσχες οὕνεκα.

Πρεσβύτης

μόνω παρόντε δῆτα ταῖσδ᾽ ἐφέστατον πύλαις;

Ἀχιλλεύς

ὡς μόνοιν λέγοις ἄν, ἔξω δ᾽ ἐλθὲ βασιλείων δόμων.

Πρεσβύτης

Τύχη πρόνοιά θ᾽ ἡμή, σῴσαθ᾽ οὓς ἐγὼ θέλω.

Ἀχιλλεύς

865 λόγος ἐς μέλλοντ᾽ἂν ὤσηχρόνον: ἔχει δ᾽ ὄγκον τινά.

Κλυταιμήστρα

δεξιᾶς ἕκατι μὴ μέλλ᾽, εἴ τί μοι χρῄζεις λέγειν.

Πρεσβύτης

οἶσθα δῆτ᾽ ἔμ᾽, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;

Κλυταιμήστρα

οἶδά σ᾽ ὄντ᾽ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.

Πρεσβύτης

χὥτι μ᾽ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;

Κλυταιμήστρα

870ἦλθες εἰς Ἄργος μεθ᾽ ἡμῶν καὶ ἐμὸς ἦσθ᾽ ἀεί ποτε.

Πρεσβύτης

ὧδ᾽ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δ᾽ ἧσσον πόσει.

Κλυταιμήστρα

ἐκκάλυπτε νῦν ποθ᾽ ἡμῖν οὕστινας λέγεις λόγους.

Πρεσβύτης

παῖδα σὴν πατὴρ φύσας αὐτόχειρ μέλλει κτενεῖν.

Κλυταιμήστρα

πῶς; ἀπέπτυσ᾽, γεραιέ, μῦθον: οὐ γὰρ εὖ φρονεῖς.

Πρεσβύτης

875φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.

Κλυταιμήστρα

τάλαιν᾽ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;

Πρεσβύτης

ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα: τοῦτο δ᾽ οὐ φρονεῖ.

Κλυταιμήστρα

ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;

Πρεσβύτης

θέσφαθ᾽, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.

Κλυταιμήστρα

880ποῖ; τάλαιν᾽ ἐγώ, τάλαινα δ᾽ ἣν πατὴρ μέλλει κτενεῖν.

Πρεσβύτης

Δαρδάνου πρὸς δώμαθ᾽, Ἑλένην Μενέλεως ὅπως λάβῃ.

Κλυταιμήστρα

εἰς ἄρ᾽ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;

Πρεσβύτης

πάντ᾽ ἔχεις: Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.

Κλυταιμήστρα

δὲ γάμος τίν᾽ εἶχε πρόφασιν, μ᾽ ἐκόμισεν ἐκ δόμων;

Πρεσβύτης

885ἵν᾽ ἀγάγοις χαίρουσ᾽ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.

Κλυταιμήστρα

θύγατερ, ἥκεις ἐπ᾽ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.

Πρεσβύτης

οἰκτρὰ πάσχετον δύ᾽ οὖσαι: δεινὰ δ᾽ Ἀγαμέμνων ἔτλη.

Κλυταιμήστρα

οἴχομαι τάλαινα, δακρύων τ᾽ ὄμματ᾽ οὐκέτι στέγω.

Πρεσβύτης

εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.

Κλυταιμήστρα

890σὺ δὲ τάδ᾽, γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;

Πρεσβύτης

δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.

Κλυταιμήστρα

οὐκ ἐῶν ξυγκελεύων παῖδ᾽ ἄγειν θανουμένην;

Πρεσβύτης

μὴ μὲν οὖν ἄγειν: φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ᾽ εὖ.

Κλυταιμήστρα

κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;

Πρεσβύτης

895Μενέλεως ἀφείλεθ᾽ ἡμᾶς, ὃς κακῶν τῶνδ᾽ αἴτιος.

Κλυταιμήστρα

τέκνον Νηρῇδος, παῖ Πηλέως, κλύεις τάδε;

Ἀχιλλεύς

ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ᾽ ἐμὸν οὐ φαύλως φέρω.

Κλυταιμήστρα

παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.

Ἀχιλλεύς

μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: