previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἕκτωρ

ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
165τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.

Δόλων

οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.

Ἕκτωρ

σὺ δ᾽ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.

Δόλων

οὐδ᾽ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.

Ἕκτωρ

χρυσὸς πάρεστιν, εἰ τόδ᾽ αἰτήσεις γέρας.

Δόλων

170ἀλλ᾽ ἔστ᾽ ἐν οἴκοις: οὐ βίου σπανίζομεν.

Ἕκτωρ

τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;

Δόλων

ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.

Ἕκτωρ

δώσω: σὺ δ᾽ αἴτει πλὴν στρατηλάτας νεῶν.

Δόλων

κτεῖν᾽, οὔ σ᾽ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.

Ἕκτωρ

175οὐ μὴν τὸν Ἰλέως παῖδά μ᾽ ἐξαιτῇ λαβεῖν;

Δόλων

κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.

Ἕκτωρ

τίν᾽ οὖν Ἀχαιῶν ζῶντ᾽ ἀποινᾶσθαι θέλεις;

Δόλων

καὶ πρόσθεν εἶπον: ἔστι χρυσὸς ἐν δόμοις.

Ἕκτωρ

καὶ μὴν λαφύρων γ᾽ αὐτὸς αἱρήσῃ παρών.

Δόλων

180θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.

Ἕκτωρ

τί δῆτα μεῖζον τῶνδέ μ᾽ αἰτήσεις γέρας;

Δόλων

ἵππους Ἀχιλλέως: χρὴ δ᾽ ἐπ᾽ ἀξίοις πονεῖν
ψυχὴν προβάλλοντ᾽ ἐν κύβοισι δαίμονος.

Ἕκτωρ

καὶ μὴν ἐρῶντί γ᾽ ἀντερᾷς ἵππων ἐμοί:
185ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
τὸν Πηλέως φέρουσι θούριον γόνον:
δίδωσι δ᾽ αὐτοὺς πωλοδαμνήσας ἄναξ
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
ἀλλ᾽ οὔ σ᾽ ἐπάρας ψεύσομαι: δώσω δέ σοι,
190κάλλιστον οἴκοις κτῆμ᾽, Ἀχιλλέως ὄχον.

Δόλων

αἰνῶ: λαβὼν δ᾽ ἄν φημι κάλλιστον Φρυγῶν
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
σὲ δ᾽ οὐ φθονεῖν χρή: μυρί᾽ ἔστιν ἄλλα σοι,
ἐφ᾽ οἷσι τέρψῃ τῆσδ᾽ ἀριστεύων χθονός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Gilbert Murray, 1913)
load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 443
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: