previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μοῦσα

915 πολλὰ μὲν ζῶν, πολλὰ δ᾽ εἰς Ἅιδου μολών,
Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός:
ὕβρις γάρ, σ᾽ ἔσφηλε, καὶ Μουσῶν ἔρις
τεκεῖν μ᾽ ἔθηκε τόνδε δύστηνον γόνον.
περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
920λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
ὅτ᾽ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας
κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν
925Θάμυριν, ὃς ἡμῶν πόλλ᾽ ἐδέννασεν τέχνην.

κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
καὶ παρθενείαν, ἧκ᾽ ἐς εὐύδρου πατρὸς
δίνας: τρέφειν δέ σ᾽ οὐ βρότειον ἐς χέρα
Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
930ἔνθ᾽ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,
Θρῄκης ἀνάσσων πρῶτος ἦσθ᾽ ἀνδρῶν, τέκνον.
καί σ᾽ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
ἀλκὰς κορύσσοντ᾽ οὐκ ἐδείμαινον θανεῖν:
Τροίας δ᾽ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
935εἰδυῖα τὸν σὸν πότμον: ἀλλά σ᾽ Ἕκτορος
πρεσβεύμαθ᾽ αἵ τε μυρίαι γερουσίαι
ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.

καὶ τοῦδ᾽, Ἀθάνα, παντὸς αἰτία μόρου,
οὐδὲν δ᾽ Ὀδυσσεὺς οὐδ᾽ Τυδέως τόκος
940ἔδρασε δράσαςμὴ δόκει λεληθέναι.
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
945τοῦδ᾽ ὃν κατακτείνεις σύ: Μουσαῖόν τε, σὸν
σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ᾽ ἕνα
ἐλθόντα, Φοῖβος σύγγονοί τ᾽ ἠσκήσαμεν.
καὶ τῶνδε μισθὸν παῖδ᾽ ἔχουσ᾽ ἐν ἀγκάλαις
θρηνῶ: σοφιστὴν δ᾽ ἄλλον οὐκ ἐπάξομαι.

Χορός

950μάτην ἄρ᾽ ἡμᾶς Θρῄκιος τροχηλάτης
ἐδέννασ᾽, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 759
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: