previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ γὰρ ἔτος ἤδη διατελοῦντι τῷ Νομᾷ τεσσαρακοστὸν ἧκον ἀπὸ Ῥώμης οἱ πρέσβεις παρακαλοῦντες ἐπὶ τὴν βασιλείαν. τοὺς δὲ λόγους ἐποιήσατο Πρόκλος καὶ Οὐέλεσος, ὧν πρότερον ἐπίδοξος ἦν δῆμος αἱρήσεσθαι τὸν ἕτερον βασιλέα, Πρόκλῳ μὲν τῶν Ῥωμύλου λαῶν, Οὐελέσῳ δὲ τῶν Τατίου μάλιστα προσεχόντων. οὗτοι μὲν οὖν βραχέα διελέχθησαν, οἰόμενοι τῷ [p. 322] Νομᾷ τὴν συντυχίαν ἀσπαζομένῳ γεγονέναι: [2] ἦν δ̓ οὐ μικρόν, ὡς ἔοικεν, ἔργον, ἀλλὰ καὶ λόγων πολλῶν καὶ δεήσεως τὸ πεῖσαι καὶ μεταστῆσαι γνώμην ἀνδρὸς ἐν ἡσυχία καὶ εἰρήνῃ βεβιωκότος εἰς ἀρχὴν πόλεως τρόπον τινὰ καὶ γεγενημένης 1 πολέμῳ καὶ συνηυξημένης. ἔλεγεν οὖν τοῦ τε πατρὸς αὐτοῦ παρόντος καὶ Μαρκίου, τῶν συγγενῶν ἑνός, ὡςπᾶσα μὲν ἀνθρωπίνου βίου μεταβολὴ σφαλερὸν δὲ μήτ᾽ ἄπεστί τι τῶν ἱκανῶν μήτε μεμπτόν ἐστι τῶν παρόντων, τοῦτον οὐδὲν ἄλλο πλὴν ἄνοια μετακοσμεῖ καὶ μεθίστησιν ἐκ τῶν συνήθων οἷς κἂν εἰ μηδὲν ἕτερον προσείη, [3] τῷ βεβαιοτέρῳ διαφέρει τῶν ἀδήλων, ἀλλ᾽ οὐδὲ ἄδηλα τὰ τῆς βασιλείας τοῖς Ῥωμύλου τεκμαιρομένῳ παθήμασιν, ὡς πονηρὰν μὲν αὐτὸς ἔλαβε δόξαν ἐπιβουλεῦσαι τῷ συνάρχοντι Τατίῳ, πονηρὰν δὲ τοῖς ὁμοτίμοις περιεποίησεν ὡς ἀνῃρημένος ὑπ᾽ αὐτῶν, καίτοι Ῥωμύλον μὲν οὗτοι παῖδα θεῶν ὑμνοῦσι φήμαις, καὶ τροφήν τινα δαιμόνιον αὐτοῦ καὶ σωτηρίαν ἄπιστον ἔτι νηπίου λέγουσιν ἐμοὶ δὲ καὶ γένος θνητόν ἐστι καὶ τροφὴ καὶ παίδευσις ὑπ᾽ ἀνθρώπων ὧν οὐκ ἀγνοεῖτε γεγενημένη: [4] τὰ δ̓ ἐπαινούμενα τοῦ τρόπου βασιλεύειν πόρρω μέλλοντος ἀνδρός, ἡσυχία τε πολλὴ καὶ διατριβὴ περὶ λόγους ἀπράγμονας, τε δεινὸς οὗτος καὶ σύντροφος εἰρήνης ἔρως καὶ πραγμάτων ἀπολέμων καὶ ἀνθρώπων ἐπὶ τιμῇ θεῶν καὶ φιλοφροσύναις εἰς τὸ αὐτὸ συνιόντων, τὰ δὲ ἄλλα καθ᾽ ἑαυτοὺς γεωργούντων [p. 324] νεμόντων. [5] ὑμῖν δέ, Ῥωμαῖοι, πολλοὺς μὲν ἴσως ἀβουλήτους ἀπολέλοιπε πολέμους Ῥωμύλος, οἷς ἀντερείδοντος πόλις ἐμπείρου δεῖται βασιλέως καὶ ἀκμάζοντος: πολλὴ δὲ καὶ συνήθεια καὶ προθυμία δι᾽ εὐτυχίαν γέγονε τῷ δήμῳ, καὶ οὐδένα λέληθεν αὔξεσθαι καὶ κρατεῖν ἑτέρων βουλόμενος, ὥστε καὶ γέλως ἂν εἴη τἀμά, θεραπεύοντος θεούς, καὶ δίκην τιμᾶν, βίαν δὲ καὶ πόλεμον ἐχθαίρειν διδάσκοντος πόλιν στρατηλάτου μᾶλλον βασιλέως δεομένην.’

1 γεγνημένης Bekker has γεγεννημένης (born), after Coraës.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: