previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τούτῳ δὲ σῖτος ἧκεν εἰς Ῥώμην, πολὺς μέν ὠνητὸς ἐξ Ἰταλίας, οὐκ ἐλάττων δὲ δωρητὸς ἐκ Συρακουσῶν, Γέλωνος τοῦ τυράννου πέμψαντος: ὥστε τοὺς πλείστους ἐν ἐλπίσι γενέσθαι χρησταῖς, ἅμα τῆς ἀπορίας καὶ τῆς διαφορᾶς τὴν πόλιν ἀπαλλαγήσεσθαι προσδοκῶντας, εὐθὺς οὖν βουλῆς ἀθροισθείσης περιχυθεὶς δῆμος ἔξωθεν ἐκαραδόκει τό τέλος, ἐλπίζων ἀγορᾷ τε χρήσεσθαι φιλανθρώπῳ καὶ προῖκα τὰς δωρεὰς νεμήσεσθαι. καὶ γὰρ ἔνδον ἦσαν οἱ ταῦτα τὴν βουλὴν πείθοντες. [2] μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθ᾽ αὑτῶν, καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδ᾽ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλ᾽ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν. [3] ἐπιδόσεις μέν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθέζεσθαι ψηφιζομένους ἔφη παντελῶς εἰς κοινὸν ὄλεθρον τὴν [p. 156] ἀπείθειαν αὑτῶν ἐφοδιάζειν. ‘οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς: ἀλλ᾽ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες. [4] ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν: εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὑτῶν, ἀναίρεσιν οὖσαν ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς, ὡς πρότερον, οὔσης, ἀλλὰ δεδεγμένης τομήν μηδέποτε συμφῦναι μηδ᾽ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταραττομένους ὑπ᾽ ἀλλήλων ἐάσουσαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: