previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ περὶ Μεσσήνην βαρβάρων, Μαμερτίνων δὲ καλουμένων, πολλὰ τοῖς Ἕλλησιν ἐνοχλούντων, ἐνίους δὲ καὶ φόρου πεποιημένων ὑποτελεῖς, πολλῶν δὲ καὶ μαχίμων ὄντων, διὸ καὶ προσηγορεύθησαν Ἀρήιοι γλώσσῃ τῇ Λατίνων, τοὺς μὲν φορολόγους συλλαβὼν ἀπέκτεινεν, αὐτοὺς δὲ νικήσας μάχῃ πολλὰ τῶν φρουρίων ἐξέκοψε. [2] Καρχηδονίοις δὲ συμβατικῶς ἔχουσι, καὶ χρήματα βουλομένοις τελεῖν, εἰ γένοιτο φιλία, καὶ ναῦς ἀποστέλλειν, ἀπεκρίνατο πλειόνων ἐφιέμενος μίαν εἶναι διάλυσιν καὶ φιλίαν πρὸς αὐτούς, εἰ πᾶσαν ἐκλιπόντες Σικελίαν ὅρῳ χρῷντο τῇ Λιβυκῇ θαλάσσῃ πρὸς τοὺς Ἕλληνας, [3] εὐτυχίᾳ δὲ καὶ ῥώμῃ τῶν παρόντων ἐπαιρόμενος, καὶ διώκων τὰς ἐλπίδας ἐφ᾽ αἷς ἀπ᾽ ἀρχῆς ἔπλευσε, πρώτης δὲ Λιβύης ἐφιέμενος καὶ ναῦς ἔχων πολλὰς [p. 422] πληρωμάτων ἐπιδεεῖς ἤγειρεν ἐρέτας, οὐκ ἐπιεικῶς ἐντυγχάνων οὐδὲ πράως ταῖς πόλεσιν, ἀλλὰ δεσποτικῶς καὶ πρὸς ὀργὴν βιαζόμενος καὶ κολάζων, οὐκ εὐθὺς ὢν οὐδὲ ἐν ἀρχῇ τοιοῦτος, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸς χάριν ὁμιλεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμενος, εἶτα γινόμενος ἐκ δημαγωγοῦ τύραννος ἀχαριστίας τῇ χαλεπότητι καὶ ἀπιστίας προσωφλίσκανε δόξαν.

[4] οὐ μὴν ἀλλὰ ταῦτα μὲν ὡς ἀναγκαῖα συνεχώρουν, καίπερ δυσφοροῦντες: ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον, ἄνδρας ἡγεμονικοὺς ἐν Συρακούσαις, οἳ πρῶτοι μὲν αὐτὸν ἐλθεῖν ἔπεισαν εἰς Σικελίαν, ἐλθόντι δὲ τὴν πόλιν εὐθὺς ἐνεχείρισαν καὶ πλεῖστα συγκατειργάσαντο τῶν Σικελικῶν, μήτε ἄγειν σὺν αὑτῷ μήτε ἀπολείπειν βουλόμενος ἐν ὑποψίαις εἶχε, καὶ Σωσίστρατος μὲν ἀπέστη φοβηθείς, [5] Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθ᾽ ἓν αὐτῷ μεθίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ τινος μίσους ἐγγενομένου ταῖς πόλεσι πρὸς αὐτὸν αἱ μὲν προσετίθεντο Καρχηδονίοις, αἱ δὲ ἐπήγοντο Μαμερτίνους. ἀποστάσεις δὲ ὁρῶν ἅπαντα καὶ νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφ᾽ αὑτόν, ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν [p. 424] πόλεμον, εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ δεομένων βοηθεῖν. [6] τοῦτο δὲ ἦν εὐπρέπεια μὴ φυγὴν εἶναι μηδὲ ἀπόγνωσιν τὸν ἀπόπλουν τῶν αὐτόθι πραγμάτων τὸ δὲ ἀληθὲς οὐ δυνάμενος κρατεῖν Σικελίας ὥσπερ νεὼς ταραχθείσης, ἀλλ᾽ ἔκβασιν ζητῶν, αὖθις ἔρριψεν ἑαυτὸν εἰς Ἰταλίαν. λέγεται δ̓ ἀπαλλαττόμενος ἤδη πρὸς τὴν νῆσον ἀπιδὼν εἰπεῖν τοῖς περὶ αὐτὸνοἵαν ἀπολείπομεν, φίλοι, Καρχηδονίοις καὶ Ῥωμαίοις παλαίστραν.’ καὶ τοῦτο μέν, ὥσπερ εἰκάσθη, μετ᾽ οὐ πολὺν χρόνον ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: