previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐτὸς μὲν οὖν Πύρρος ἐβιάζετο κατὰ στόμα τοῖς ὁπλίταις πρὸς ἀσπίδας πολλὰς τῶν Σπαρτιατῶν ἀντιπαρατεταγμένας, καὶ τάφρον οὐ περατὴν οὐδὲ βάσιν ἀσφαλῆ τοῖς μαχομένοις παρέχουσαν ὑπὸ χαυνότητος. δὲ παῖς Πτολεμαῖος, ἔχων δισχιλίους Γαλάτας καὶ Χαόνων λογάδας, ἐξελίξας τὴν τάφρον ἐπειρᾶτο κατὰ τὰς ἁμάξας ὑπερβαίνειν. αἱ δὲ ὑπὸ βάθους καὶ πυκνότητος οὐ μόνον τούτοις τὴν ἔφοδον, ἀλλὰ καὶ τοῖς Λακεδαιμονίοις δύσεργον ἐποίουν τὴν βοήθειαν. [2] ἀνασπώντων δὲ τῶν Γαλατῶν τοὺς τροχοὺς καὶ ὑποσυρόντων τὰς ἁμάξας εἰς τὸν ποταμόν, κατιδὼν τὸν κίνδυνον νεανίας Ἀκρότατος καὶ τὴν πόλιν διαδραμὼν μετὰ τριακοσίων περιῆλθε τὸν Πτολεμαῖον, οὐ συνορώμενος ὑπ᾽: αὑτοῦ διά τινας συγκλινίας, ἕως προσέβαλε τοῖς ἐσχάτοις καὶ μεταβαλόντας ἠνάγκασε μάχεσθαι πρὸς ἑαυτόν, ὠθουμένους ὑπ᾽ ἀλλήλων εἴς τε τὴν τάφρον καὶ περὶ ταῖς ἁμάξαις πίπτοντας, ἄχρι οὗ φόνῳ πολλῷ μόλις ἀνεκόπησαν. [3] ἐθεῶντο δὲ οἵ τε πρεσβύτεροι καὶ τῶν γυναικῶν τὸ πλῆθος ἀριστεύοντα τὸν Ἀκρότατον. ἐπεὶ δὲ ἀπῄει πάλιν διὰ τῆς πόλεως ἐπὶ τὴν αὑτοῦ τάξιν αἵματος κατάπλεως καὶ γαῦρος, ὑπὸ τῆς νίκης ἐπηρμένος, καὶ μείζων ἔδοξε γεγονέναι καὶ καλλίων ταῖς Λακαίναις, καὶ τὴν Χιλωνίδα τοῦ ἔρωτος ἐζήλουν. τῶν δὲ πρεσβυτέρων τινὲς ἐπηκολούθουν βοῶντες: ‘οἶχε, Ἀκρότατε, καὶ οἶφε τὰν Χιλωνίδα: μόνον παῖδας ἀγαθοὺς τᾷ Σπάρτᾳ ποίει.’

[4] κατὰ δὲ τὸν Πύρρον αὐτὸν ἰσχυρᾶς μάχης συνεστώσης ἄλλοι τε λαμπρῶς ἠγωνίζοντο, κὶα [p. 442] Φύλλιος ἐπὶ πλεῖστον ἀντισχὼν καὶ πλείστους ἀποκτείνας τῶν βιαζομένων, ὡς ᾔσθετο τραυμάτων πλήθει παραλυόμενον ἑαυτόν, ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας ἔπεσεν ἐντὸς τῶν ὅπλων, ὥστε μὴ γενέσθαι τὸν νεκρὸν ὑπὸ τοῖς πολεμίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: