previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως ἀποδημία τις [p. 354] συνέτυχε, τῶν Γλαυκίου παίδων ἑνὸς, οἷς συνετέθραπτο, γυναῖκα λαμβάνοντος. πάλιν οὖν οἱ Μολοττοὶ συστάντες ἐξέβαλον τοὺς φίλους αὐτοῦ καὶ τὰ χρήματα διήρπασαν καὶ Νεοπτολέμῳ παρέδωκαν ἑαυτούς. [2] δὲ Πύρρος οὕτω τὴν ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος Δημητρίῳ τῷ Ἀντιγόνου προσέμιξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελφὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατ᾽ ἐκείνους δυστυχηθέντων ὥραν ἔχουσαν αὐτὴν ἔγημεν Δημήτριος. [3] τῆς δὲ μεγάλης μάχης ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε μειράκιον ὢν ἔτι, καὶ τοὺς καθ᾽ ἑαυτὸν ἐτρέψατο, καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταίσαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον ἔπλευσεν εἰς Αἴγυπτον ὁμηρεύσων. [4] καὶ Πτολεμαίῳ μὲν ἔν τε θήραις καὶ γυμνασίοις ἐπίδειξιν ἀλκῆς καὶ καρτερίας παρεῖχε, τὴν δὲ Βερενίκην ὁρῶν μέγιστον δυναμένην καὶ πρωτεύουσαν ἀρετῇ καὶ φρονήσει τῶν Πτολεμαίου γυναικῶν, ἐθεράπευε μάλιστα: καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπ᾽ ὠφελείᾳ τοὺς κρείττονας, ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων, κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλῶν [p. 356] νέων ἡγεμονικῶν προεκρίθη λαβεῖν Ἀντιγόνην γυναῖκα τῶν Βερενίκης θυγατέρων, ἣν ἔσχεν ἐκ Φιλίππου πρὶν Πτολεμαίῳ συνοικεῖν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: