previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν. ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δὲ ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανόμενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων πράγμασιν ἐκ τοιᾶσδέ τινος προφάσεως.

[2] τῶν Κασάνδρου παίδων πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσαλονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ Πύρρον ἐκάλει. Δημητρίου δὲ ὑπὸ ἀσχολιῶν βραδύνοντος ἐπελθὼν Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας, καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφιλοχίαν. [3] προεμένου δὲ τοῦ νεανίσκου ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δὲ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδὲ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον ἔπεμψε πλαστὰ γράμματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος ἀπαλλάττεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντιπάτρου λαβόντα. [4] λύσας δὲ τὴν ἐπιστολὴν [p. 362] Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν: οὐδὲ γὰρ ἦν συνήθης γεγραμμένη προσαγόρευσις, ‘ πατήρ τῷ υἱῷ χαίρεινἀλλά, ‘βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ χαίρειν.’ λοιδορήσας δὲ τὸν Λυσίμαχον ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτήσοντες. [5] ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν τριῶν βασιλέων θάνατον, μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: