previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4.

πυθόμενος δὲ Κῦρον εἰς Σάρδεις ἀφῖχθαι τὸν βασιλέως υἱόν, ἀνέβη διαλεξόμενος αὐτῷ καὶ Τισαφέρνου κατηγορήσων, ὃς ἔχων πρόσταγμα Λακεδαιμονίοις βοηθεῖν καὶ τῆς θαλάσσης ἐξελάσαι τοὺς Ἀθηναίους, ἐδόκει δι᾽ Ἀλκιβιάδην ὑφιέμενος ἀπρόθυμος εἶναι καὶ γλίσχρως χορηγῶν τὸ ναυτικὸν φθείρειν. [2] ἦν δὲ καὶ Κύρῳ βουλομένῳ τὸν Τισαφέρνην ἐν αἰτίαις εἶναι καὶ κακῶς ἀκούειν, πονηρὸν ὄντα καὶ πρὸς αὐτὸν ἰδίᾳ διαφερόμενον. ἔκ τε δὴ τούτων καὶ τῆς ἄλλης συνδιαιτήσεως Λύσανδρος ἀγαπηθεὶς καὶ τῷ θεραπευτικῷ μάλιστα τῆς ὁμιλίας ἑλὼν τὸ μειράκιον ἐπέρρωσε πρὸς τὸν πόλεμον. [3] ἐπεὶ δὲ ἀπαλλάττεσθαι βουλόμενον αὐτὸν ἑστιῶν Κῦρος ἠξίου μὴ διωθεῖσθαι τὰς παρ᾽ αὐτοῦ φιλοφροσύνας, ἀλλ᾽ αἰτεῖν βούλοιτο καὶ φράζειν ὡς οὐδενὸς ἁπλῶς ἀποτευξόμενον, ὑπολαβὼν Λύσανδρος, ‘ἐπεὶ τοίνυν,’ εἶπεν, ‘οὕτως ἔχεις, Κῦρε, προθυμίας, αἰτοῦμαί σε καὶ παρακαλῶ προσθεῖναι τῷ μισθῷ τῶν ναυτῶν ὀβολόν, ὅπως τετρώβολον ἀντὶ τριωβόλου λαμβάνωσιν.’ [4] ἡσθεὶς οὖν Κῦρος ἐπὶ τῇ φιλοτιμίᾳ τοῦ ἀνδρὸς μυρίους αὐτῷ δαρεικοὺς ἔδωκεν, ἐξ ὧν ἐπιμετρήσας τὸν ὀβολὸν τοῖς ναύταις καὶ λαμπρυνάμενος ὀλίγῳ χρόνῳ τὰς ναῦς τῶν πολεμίων κενὰς ἐποίησεν. ἀπεφοίτων γὰρ οἱ πολλοὶ πρὸς τοὺς πλέον διδόντας, οἱ δὲ μένοντες ἀπρόθυμοι καὶ στασιώδεις ἐγίνοντο καὶ κακὰ παρεῖχον ὁσημέραι τοῖς στρατηγοῖς. [5] οὐ μὴν ἀλλὰ καίπερ οὕτως περισπάσας καὶ κακώσας τοὺς πολεμίους Λύσανδρος ὠρρώδει ναυμαχεῖν, δραστήριον ὄντα τὸν Ἀλκιβιάδην καὶ νεῶν πλήθει περιόντα καὶ μάχας καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς ἐκεῖνο χρόνου πάσας ἀήττητον ἠγωνισμένον δεδοικώς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: