previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τιγράνης δὲ Μιθριδάτην πρότερον μὲν οὐδὲ ἰδεῖν ἠξίωσεν οὐδὲ προσειπεῖν οἰκεῖον ἄνδρα βασιλείας ἐκπεπτωκότα τηλικαύτης, ἀλλ᾽ ἀτίμως καὶ ὑπερηφάνως ἀπωτάτω περιεῖδεν αὐτὸν τρόπον τινὰ φρουρούμενον ἐν χωρίοις ἑλώδεσι καὶ νοσεροῖς: τότε δὲ σὺν τιμῇ καὶ φιλοφροσύνῃ μετεπέμψατο αὐτὸν εἰς τὰ βασίλεια, [2] καὶ δὴ λόγων γενομένων ἀπορρήτων τὰς πρὸς ἀλλήλους ἐθεράπευον ὑποψίας ἐπὶ κακῷ τῶν φίλων, εἰς ἐκείνους τὰς αἰτίας τρέποντες. ὧν ἦν καὶ Μητρόδωρος Σκήψιος, ἀνὴρ εἰπεῖν οὐκ ἀηδὴς καὶ πολυμαθής, ἀκμῇ δὲ φιλίας τοσαύτῃ χρησάμενος, ὥστε πατὴρ προσαγορεύεσθαι τοῦ βασιλέως. [3] τοῦτον, ὡς ἔοικεν, Τιγράνης πεμφθέντα πρεσβευτὴν ὑπὸ τοῦ Μιθριδάτου πρὸς αὐτὸν [p. 540] δεομένου βοηθεῖν ἐπὶ Ῥωμαίους ἤρετο: ‘σὺ δ᾽ αὐτὸς, Μητρόδωρε, τί μοι περὶ τούτων παραινεῖς;’ κἀκεῖνος εἴτε πρὸς τὸ Τιγράνου συμφέρον εἴτε Μιθριδάτην σῴζεσθαι μὴ βουλόμενος, ὡς μὲν πρεσβευτὴς ἔφη κελεύειν, ὡς δὲ σύμβουλος ἀπαγορεύειν. ταῦτ᾽ ἐξήνεγκεν Τιγράνης τῷ Μιθριδάτῃ καὶ κατεῖπεν ὡς οὐδὲν ἐργασομένῳ τὸν Μητρόδωρον ἀνήκεστον. δ᾽ εὐθὺς ἀνῄρητο: [4] καὶ μετάνοια τὸν Τιγράνην εἶχεν, οὐ παντελῶς ὄντα τῷ Μητροδώρῳ τῆς συμφορᾶς αἴτιον, ἀλλὰ ῥοπήν τινα τῷ πρὸς αὐτὸν ἔχθει τοῦ Μιθριδάτου προσθέντα. πάλαι γὰρ ὑπούλως εἶχε πρὸς τὸν ἄνδρα, καὶ τοῦτ᾽ ἐφωράθη τῶν ἀπορρήτων αὐτοῦ γραμμάτων ἁλόντων, ἐν οἷς ἦν καὶ Μητρόδωρον ἀπολέσθαι διατεταγμένον. ἔθαψεν οὖν Τιγράνης λαμπρῶς τὸ σῶμα, μηδεμιᾶς πολυτελείας φεισάμενος εἰς νεκρὸν ὃν ζῶντα προὔδωκεν.

[5] ἐτελεύτησε δὲ παρὰ τῷ Τιγράνῃ καὶ Ἀμφικράτης ῥήτωρ, εἰ δεῖ καὶ τούτου μνήμην τινὰ γενέσθαι διὰ τὰς Ἀθήνας, λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι, δεομένων δ᾽ αὐτόθι σοφιστεύειν ὑπεριδεῖν καταλαζονευσάμενον, ὡς οὐδὲ λεκάνη δελφῖνα χωροίη, μεταστάντα δὲ πρὸς Κλεοπάτραν τὴν Μιθριδάτου θυγατέρα, Τιγράνῃ δὲ συνοικοῦσαν ἐν διαβολῇ γενέσθαι ταχύ, καὶ τῆς πρὸς τοὺς Ἕλληνας ἐπιμιξίας εἰργόμενον ἀποκαρτερῆσαι: ταφῆναι δὲ καὶ τοῦτον ἐντίμως ὑπὸ τῆς Κλεοπάτρας καὶ [p. 542] κεῖσθαι περὶ Σαφάν, ἐκεῖ τι χωρίον οὕτω καλούμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: