previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἀλλὰ Πομπήϊος αὐτὸς ἐπέστρεψε τοὺς ἀνθρώπους οὕτω πλημμελοῦντας εἰς τὸν Κάτωνα δι᾽ ἄγνοιαν. ὡς γὰρ εἰς Ἔφεσον ἐλθὼν ἐπορεύετο πρὸς αὐτόν ἀσπασόμενος πρεσβύτερον ὄντα, καὶ δόξῃ πολὺ προήκοντα, καὶ δυνάμεων τότε μεγίστων ἡγούμενον, ἰδὼν Πομπήϊος οὐκ ἔμεινεν, οὐδὲ εἴασε καθεζομένῳ προσελθεῖν, ἀλλ᾽ ὥς τινι τῶν κρειττόνων ἀναθορὼν ἀπήντησε, καὶ τὴν δεξιὰν ἐνέβαλε. [2] καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δὲ ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ Πομπηΐου σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον φιλοῦντος, ἀλλ᾽ ἔγνωσαν ὅτι θαυμάζει μὲν παρὄντα, [p. 266] [3] χαίρει δὲ ἀπερχομένῳ. τοὺς γὰρ ἄλλους νέους, ὅσοι παρ᾽ αὐτόν ἀφικνοῦντο, φιλοτιμούμενος κατεῖχε καὶ ποθῶν αὐτῷ συνεῖναι, τοῦ δὲ Κάτωνος οὐδὲν ἐδεήθη τοιοῦτον, ἀλλ᾽ ὥσπερ οὐκ ἀνυπεύθυνος ἄρχων ἐκείνου παρόντος ἐξέπεμψεν ἄσμενος, μόνῳ σχεδὸν ἐκείνῳ τῶν εἰς Ῥώμην πλεόντων τὰ τέκνα καὶ τὴν γυναῖκα παρακαταθέμενος, ἄλλως αὐτῷ προσήκοντα καὶ διὰ συγγένειαν.

ἐκ τούτου δόξα καὶ σπουδὴ καὶ ἅμιλλα περὶ αὐτὸν ἦν τῶν πόλεων καὶ δεῖπνα καὶ κλήσεις, ἐν οἷς τοὺς φίλους ἐκέλευε προσέχειν αὐτῷ, μὴ λάθῃ βεβαιώσας τὸν Κουρίωνος λόγον. [4] γὰρ Κουρίων ἀχθόμενος τῷ αὐστηρῷ τοῦ Κάτωνος, φίλου καὶ συνήθους ὄντος, ἠρώτησεν αὐτόν εἰ πρόθυμός ἐστι μετὰ τὴν στρατείαν γενέσθαι τῆς Ἀσίας θεατής, τοῦ δὲ καὶ πάνυ φήσαντος, ‘εὖ λέγεις,’ εἶπεν Κουρίων, ‘ἡδίων γὰρ ἐπανήξεις ἐκεῖθεν καὶ μᾶλλον ἥμεροςοὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: