previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ἐπεὶ δὲ πατὴρ αὐτὸν ἐκάλει Πτολεμαίῳ περὶ Κύπρου πολεμήσοντα, πείθεσθαι μὲν ἦν ἀναγκαῖον, ἀχθόμενος δὲ ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεμον, ὄντα καλλίω καὶ λαμπρότερον, ἀπολείπει, προσέπεμψε Κλεωνίδῃ τῷ Πτολεμαίου στρατηγῷ φρουροῦντι Σικυῶνα καὶ Κόρινθον χρήματα προτείνων, ὥστε ἐλευθέρας ἀφεῖναι τὰς πόλεις. [2] οὐ προσδεξαμένου δὲ ἐκείνου, διὰ ταχέων ἀναχθεὶς καὶ προσλαβὼν δύναμιν ἐπέπλευσε Κύπρῳ. καὶ Μενέλαον μέν, ἀδελφὸν Πτολεμαίου, μάχην συνάψας εὐθὺς ἐνίκησεν: αὐτοῦ δὲ Πτολεμαίου μετὰ δυνάμεως πεζικῆς ἅμα καὶ ναυτικῆς μεγάλης ἐπιφανέντος, ἐγένοντο μὲν ἀπειλαί τινες καὶ διάλογοι κομπώδεις, τοῦ μὲν ἀποπλεῖν Δημήτριον κελεύοντος πρὶν ὑπὸ τῆς δυνάμεως πάσης ἀθροισθείσης καταπατηθῆναι, Δημητρίου δὲ ἐκεῖνον ἀφεῖναι φάσκοντος, ἂν ὁμολογήσῃ Σικυῶνα καὶ Κόρινθον ἀπαλλάξειν τῆς φρουρᾶς. [3] δὲ ἀγὼν οὐ μόνον αὐτοῖς ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν εἶχε προσδοκίαν τῆς ἐπικρεμαμένης ἀδηλότητος, ὡς οὐ Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ μέγιστον εὐθὺς εἶναι πάντων τῷ κρατοῦντι τῆς νίκης προστιθείσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: