previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. ἐχομένων δὲ τῶν Ἀθηνῶν εὐθὺς ἐπεβούλευε τῇ Λακεδαίμονι. καὶ περὶ Μαντίνειαν Ἀρχιδάμου τοῦ βασιλέως ἀπαντήσαντος αὐτῷ νικήσας μάχῃ καὶ τρεψάμενος εἰς τὴν Λακωνικὴν ἐνέβαλε. καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ πάλιν ἐκ παρατάξεως ἑλὼν πεντακοσίους καὶ διαφθείρας διακοσίους, ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει μέχρι τῶν χρόνων ἐκείνων ἀνάλωτον οὖσαν. [2] ἀλλ᾽ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικεν οὕτω τροπὰς λαβεῖν μεγάλας καὶ ταχείας, οὐδ᾽ ἐν ἑτέροις πράγμασι τοσαυτάκις μικρὰ καὶ πάλιν μεγάλη καὶ ταπεινὴ μὲν ἐκ λαμπρᾶς, ἰσχυρὰ δὲ αὖθις ἐκ φαύλης γενέσθαι. διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσι μεταβολαῖς πρὸς τὴν τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον:

σύ τοί με φυσᾷς, σύ με καταίθειν μοι1 δοκεῖς.

[3] καὶ γὰρ τότε τῶν πραγμάτων οὕτως εὐπόρων αὐτῷ πρὸς ἀρχὴν καὶ δύναμιν ἐπιδιδόντων ἀγγέλλεται Λυσίμαχος μὲν πρῶτος ἀφῃρημένος αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον δὲ Πτολεμαῖος ᾑρηκὼς ἄνευ μιᾶς πόλεως Σαλαμῖνος, ἐν δὲ Σαλαμῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν μητέρα κατειλημμένους. [4] οὐ μὴν ἀλλὰ καὶ τύχη, καθάπερ παρ᾽ Ἀρχιλόχῳ γυνὴ τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τῇ δ᾽ ἑτέρῃ πῦρ, δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμασιν ἀποστήσασα τῆς Λακεδαίμονος, εὐθὺς ἑτέρας πραγμάτων καινῶν καὶ μεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.

1 μοι δοκεῖς Ziegler, with some MSS.: δοκεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: