previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουμένου τὰς καταλύσεις ἐγγύς, ἀναστήσας Δημήτριος τὸ στράτευμα νυκτὸς ἐβάδιζεν ἐπ᾽ αὐτὸν ἀγνοοῦντα μέχρι πολλοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινων παραγενομένων καὶ φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας ἐκέλευσε σημαίνειν, ἅμα τὰς κρηπῖδας ὑποδούμενος καὶ βοῶν πρὸς τοὺς ἑταίρους ὡς θηρίῳ δεινῷ συμπέπλεκται. Δημήτριος δὲ τῷ θορύβῳ τῶν πολεμίων αἰσθόμενος ὅτι μεμήνυται, κατὰ τάχος ἀπῆγεν. [2] ἅμα δ᾽ ἡμέρᾳ προσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰ τῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ κράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενος αὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν, ἤδη ποτὲ συμφρονήσαντας ὅτι φειδόμενος ἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν διατετέλεκεν. [3] ἐκ τούτου πάντες ἀσπαζόμενοι καὶ βασιλέα προσαγορεύοντες μεθίσταντο.

Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπ᾽ αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφυγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων προσέμενε τὴν νύκτα, βουλόμενος, εἰ δύναιτο, τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν ἐπὶ τὴν θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν. [4] ὡς δὲ ἔγνω μηδὲ ἐκείνης τῆς ἡμέρας ἐφόδιον ἔχοντας αὐτούς, ἐπ᾽ ἄλλων ἐγένετο λογισμῶν. εἶτα μέντοι Σωσιγένης ἐπῆλθεν, ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους ὑπεζωσμένος: καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιομένων πρὸς αὐταῖς πολεμίων ἀπογνόντες ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον, οὔτε πάντες ῾ἔνιοι γὰρ ἀπέδρασαν᾽ οὔτε ὁμοίως οἱ παραμένοντες πρόθυμοι: [5] τολμήσαντος δέ τινος εἰπεῖν τι, ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι Δημήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶ παραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι. καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθ᾽ ἑαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: