previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις διαγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δὲ υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴ βουλόμενος οὐκ ἐνέστη πάλιν αἰτουμένῳ μάχεσθαι καθ᾽ αὑτόν, ἀλλ᾽ ἀφῆκε. καὶ μετ᾽ οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης, Πτολεμαίου στρατηγός, μετὰ λαμπρᾶς δυνάμεως, ὡς ἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷ προηττῆσθαι καταφρονούμενον. [2] δ᾽ ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβήσας ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατόπεδον: καὶ στρατιώτας μὲν ἑπτακισχιλίους ζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν, ἀλλ᾽ οἷς ἀποδώσειν ἔμελλε, καὶ τῆς νίκης οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν, ὡς τὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν. [3] οὐ μὴν αὐτογνωμόνως ταῦτα ἔπραξεν, ἀλλ᾽ ἔγραψε τῷ πατρί. δόντος δ᾽ ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ φίλους αὐτοῦ δωρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸ πάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντίγονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: