previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε: πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων. [2] δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς, ‘σὺ μὲν,’ εἶπεν, ‘ἀπεκρύψω τὸ ἀπόρρητον, Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν.’ ἐκπλαγέντος δὲ τοῦ Κάσκα γελάσας ἐκεῖνος, ‘πόθεν,’ ἔφη, ‘ταχέως οὕτως, μακάριε, πεπλούτηκας ὥστ᾽ εἰς ἀγορανομίαν ἀποδύεσθαι;’ παρὰ τοσοῦτον μὲν Κάσκας ἦλθε σφαλεὶς [3] ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον αὐτὸν δὲ [p. 158] Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα, ‘συνεύχομαι,’ φησὶν, ‘ὑμῖν ἐκτελεῖν κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν: οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα.’ καὶ ταῦτ᾽ εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν.

ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν. [4] γὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπ᾽ ἀγορᾶς ἕκαστον ἀνέκρινεν τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε. [5] τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος οὐκέτ᾽ ἀντεῖχεν τοῦ σώματος δύναμις, ἀλλ᾽ ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δ᾽ αὐτὴν, ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, τε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν. [6] αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς, οὐ μὴν ἀλλ᾽ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρ᾽ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδ᾽ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους. [p. 160]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: