previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως: καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες. ῥᾳδίως ἔσεσθαι προσεδόκων ἐν πλήθεσι φορὰς ἀσταθμήτους καὶ ταχείας φερομένοις, καὶ τὴν σύγκλητον εὔνουν ἔχοντες, τοὺς Κίνναν διασπασαμένους χαίρειν ἐάσασα τοὺς ἐπὶ τὰς οἰκίας τὰς ἐκείνων ἐπελθόντας ἀνεζήτει καὶ συνελάμβανεν, [2] ἤδη δὲ καὶ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν. αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρ᾽ ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατ᾽ ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλ᾽ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς. [3] θηρία τε γὰρ πάμπολλα συνεωνημένος ἐκέλευσε μηδὲν ἀποδόσθαι μηδ᾽ ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις: περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν. ἔγραφε δὲ καὶ Κικέρωνι, πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος. [p. 174]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: