previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλοντι δ᾽ αὐτῷ διαβαίνειν εἰς τὴν Ἀσίαν ἧκεν ἀγγελία περὶ τῆς ἐν Ῥώμῃ μεταβολῆς, γὰρ νέος Καῖσαρ ηὐξήθη μὲν ὑπὸ τῆς βουλῆς ἐπ᾽ Ἀντώνιον, ἐκβαλὼν δὲ τῆς Ἰταλίας ἐκεῖνον αὐτὸς ἤδη φοβερὸς ἦν, ὑπατείαν τε μνώμενος παρὰ νόμον, καὶ στρατεύματα τρέφων μεγάλα, τῆς πόλεως οὐδὲν δεομένης. [2] ὁρῶν δὲ καὶ ταῦτα τὴν βουλὴν βαρυνομένην καὶ πρὸς τὸν Βροῦτον ἀφορῶσαν ἔξω καὶ ψηφιζομένην ἐκείνῳ καὶ βεβαιοῦσαν τὰς ἐπαρχίας, ἔδεισε. καὶ τὸν μὲν Ἀντώνιον πέμπων εἰς φιλίαν προὐκαλεῖτο, τὰς δὲ δυνάμεις τῇ πόλει περιστήσας ὑπατείαν ἔλαβεν, οὔπω πάνυ μειράκιον ὤν, ἀλλ᾽ εἰκοστὸν ἄγων ἔτος, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν. [3] εὐθὺς δὲ δίκας φόνου κατὰ τῶν περὶ τὸν Βροῦτον εἰσῆγεν, ὡς ἄνδρα πρῶτον ἐν ἀρχαῖς ταῖς μεγίσταις ἀνῃρηκότων ἄκριτον καὶ κατήγορον ἐπέστησε Βρούτου μὲν Λεύκιον Κορνιφίκιον, Κασσίου δὲ Μᾶρκον Ἀγρίππαν. ὠφλίσκανον οὖν τὰς δίκας ἐρήμας ἀναγκαζομένων φέρειν ψῆφον τῶν δικαστῶν, [4] λέγεται δὲ τοῦ κήρυκος, ὥσπερ [p. 186] εἴωθεν, ἀπὸ τὸν βήματος τὸν Βροῦτον ἐπὶ τὴν δίκην καλοῦντος, τὸ μὲν πλῆθος ἐπιδήλως στενάξαι, τοὺς δ̣ ἀρίστους κύψαντας εἰς γῆν ἡσυχίαν ἄγειν, Πόπλιον δὲ Σιλίκιον ὀφθῆναι δακρύσαντα, καὶ διὰ τὴν αἰτίαν ταύτην ὀλίγον ὕστερον ἕνα τῶν προγραφέντων ἐπὶ θανάτῳ γενέσθαι, [5] μετὰ ταῦτα διαλλαγέντες οἱ τρεῖς, Καῖσαρ, Ἀντώνιος, Λέπιδος, διενείμαντο τὰς ἐπαρχίας σφαγάς τε καὶ προγραφὰς ἀνδρῶν διακοσίων ἐποίησαν, ἐν οἷς καὶ Κικέρων ἀπέθανε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: