previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐβούλετο μὲν οὖν ἴσον ἔχειν τιμῆς καὶ παρέχειν Κάσσιος, ἔφθανε δ᾽ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν ἡλικίᾳ τε προὔχοντα καὶ σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον. ἦν δὲ δόξα Κάσσιον μὲν εἶναι δεινὸν ἐν τοῖς πολεμικοῖς, ὀργῇ δὲ τραχὺν καὶ φόβῳ μᾶλλον ἄρχοντα, πρὸς δὲ τοὺς συνήθεις ὑγρότερον τῷ γελοίῳ καὶ φιλοσκώπτην: [2] Βροῦτον δὲ λέγουσι δι᾽ ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δ᾽ ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δ᾽ ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μηδ᾽ ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ἀνὴρ διαφερόντως καὶ [p. 190] μεγαλόφρων καὶ πρὸς πᾶσαν ὀργὴν καὶ ἡδονὴν καὶ πλεονεξίαν ἀπαθής, ὄρθιον δὲ τὴν γνώμην καὶ ἄκαμπτον ἑστῶσαν ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου διαφυλάττων, [3] καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν τῆς προαιρέσεως πίστις. οὔτε γὰρ ἐκεῖνος μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν, ἀλλ᾽ ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας τινος ἄλλης μαλακωτέρας ἀρχῆς παραμυθούμενος τὸν δῆμον: [4] Κάσσιόν δὲ τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις. τὰ μὲν γὰρ ἔτι τούτων πρεσβύτερα, Κίνναι καὶ Μάριοι καὶ Κάρβωνες, ἆθλον ἐν μέσῳ καὶ λείαν προθέμενοι τὴν πατρίδα, μονονουχὶ ῥητῶς ὑπὲρ τυραννίδος ἐπολέμησαν. [5] Βρούτῳ δὲ λέγουσι μηδὲ τοὺς ἐχθροὺς προσβάλλειν τοιαύτην δμεαβολήν, ἀλλ᾽ Ἀντωνίου γε καὶ πολλοὺς ἀκοῦσαι λέγοντος ὡς μόνον οἴοιτο Βροῦτον ἐπιθέσθαι Καίσαρι προαχθέντα τῇ λαμπρότητι καὶ τῷ φαινομένῳ καλῷ τῆς πράξεως, τοὺς δ᾽ ἄλλους ἐπὶ τὸν ἄνδρα συστῆναι μισοῦντας καὶ φθονοῦντας. [6] ὅθεν Βροῦτος οὐ τῇ δυνάμει τοσοῦτον ὅσον τῇ ἀρετῇ δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς. γράφει δὲ πρὸς Ἀττικόν ἤδη τῷ κινδύνῳ πλησιάζων ἐν τῷ καλλίστῳ τῆς τύχης [p. 192] εἶναι τὰ καθ᾽ αὑτόν γὰρ νικήσας ἐλευθερώσειν τὸν Ῥωμαίων δῆμον δουλείας ἀποθανὼν ἀπαλλαγήσεσθαι: καὶ τῶν ἄλλων ἀσφαλῶς αὐτοῖς καὶ βεβαίως ἐχόντων ἓν ἄδηλον εἶναι, πότερον βιώσονται μετ᾽ ἐλευθερίας τεθνήξονται. [7] Μᾶρκον δ᾽ Ἀντώνιον ἀξίαν φησὶ τῆς ἀνοίας διδόναι δίκην, ὃς ἐν Βρούτοις καὶ Κασσίοις καὶ Κάτωσι συναριθμεῖσθαι δυνάμενος προσθήκην ἑαυτὸν Ὀκταβίῳ δέδωκε: κἂν μὴ νῦν ἡττηθῇ μετ᾽ ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: