previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλ᾽ ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε:
Ζεῦ, μὴ λάθοι σε τῶνδ᾽ ὃς αἴτιος κακῶν:
τοῦ δ᾽ ἑτέρου φησὶν ἐπιλαθέσθαι. [2] μετὰ δὲ μικρὸν τῶν ἐν τῇ μάχῃ πρὸ αὐτοῦ πεσόντων ἑταίρων ἕκαστον ὀνομάζων μάλιστα τῇ Φλαβίου μνήμῃ καὶ τῇ Λαβεῶνος ἐπεστέναξεν. ἦν δ᾽ αὐτοῦ πρεσβευτὴς Λαβεών, δὲ Φλάβιος ἔπαρχος τῶν τεχνιτῶν, ἐν τούτῳ δέ τις αὐτός τε διψήσας καὶ τὸν Βροῦτον ὁρῶν ὁμοίως ἔχοντα, [p. 242] λαβὼν κράνος ἐπὶ τὸν ποταμὸν κατέδραμε. [3] ψόφου δὲ κατὰ θάτερα προσπεσόντος Βολούμνιος προῆλθε κατοψόμενος, καὶ σὺν αὐτῷ Δάρδανος ὑπασπιστής, ἐπανελθόντες δὲ μετὰ μικρὸν ἠρώτησαν περὶ τοῦ πώματος, ἠθικῶς δὲ σφόδρα μειδιάσας Βροῦτος πρὸς τὸν Βολούμνιονἐκπέποται,’ εἶπεν, ‘ἀλλ᾽ ἕτερον ὑμῖν κομισθήσεταιπεμφθεὶς δ᾽ αὐτός ἐκινδύνευσεν ὑπὸ τῶν πολεμίων ἁλῶναι καὶ μόλις ἐσώθη τετρωμένος. [4] εἰκάζοντι δὲ αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι Στατύλλιος ὑπέστη διὰ τῶν πολεμίων ἐκπαισάμενος ῾άλλως γὰρ οὐκ ἦν κατόψεσθαι τὸ στρατόπεδον, καὶ πυρσὸν ἄρας ἄνπερ εὕρῃ τἀκεῖ σῳζόμενα, πάλιν ἀφίξεσθαι πρὸς αὐτόν, μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δ᾽ οὐκ ἐπανῄει χρόνῳ πολλῷ Βροῦτος εἶπενἂν ζῇ Στατύλλιος, ἀφίξεται.’ συνέβη δ᾽ αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: