previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταύτην Δαρεῖος αἰτήσας ἠνίασε τὸν: [p. 192] πατέρα: δύσζηλα γὰρ τὰ βαρβαρικὰ δεινῶς περὶ τὸ ἀκόλαστον, ὥστε μὴ μόνον τὸν προσελθόντα καὶ θιγόντα παλλακῆς βασιλέως, ἀλλὰ καὶ τὸν ἐν πορείᾳ προεξελθόντα καὶ διεξελάσαντα τὰς ἁμάξας ἐφ᾽ αἷς κομίζονται, θανάτῳ κολάζεσθαι. [2] καίτοι τὴν μὲν Ἄτοσσαν εἶχεν ἔρωτι ποιησάμενος γυναῖκα παρὰ τὸν νόμον, ἑξήκοντα δὲ καὶ τριακόσιαι παρετρέφοντο κάλλει διαφέρουσαι παλλακίδες, οὐ μὴν ἀλλὰ καὶ αἰτηθεὶς ἐκείνην ἐλευθέραν ἔφησεν εἶναι καὶ λαμβάνειν ἐκέλευσε βουλομένην, ἄκουσαν δὲ μὴ βιάζεσθαι. μεταπεμφθείσης δὲ τῆς Ἀσπασίας καὶ παρ᾽ ἐλπίδας τοῦ βασιλέως ἑλομένης τὸν Δαρεῖον, ἔδωκε μὲν ὑπ᾽ ἀνάλκης τοῦ νόμου, δοὺς δὲ ὀλίγον ὕστερον ἀφείλετο. [3] τῆς γὰρ Ἀρτέμιδος τῆς ἐν Ἐκβατάνοις, ἣν Ἀναῗτιν καλοῦσιν, ἱέρειαν ἀνέδειξεν αὐτήν, ὅπως ἁγνὴ διάγῃ τὸν ἐπίλοιπον βίον, οἰόμενος οὐ χαλεπήν, ἀλλὰ καὶ μετρίαν τινὰ καὶ παιδιᾷ μεμιγμένην ταύτην λήψεσθαι δίκην παρὰ τοῦ παιδός. δ᾽ ἤνεγκεν οὐ μετρίως, εἴτ᾽ ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονώς, εἴτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός.

[4] αἰσθόμενος δ᾽ αὐτὸν οὕτως ἔχοντα Τηρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν, ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθ᾽ αὑτόν, ἦν δὲ τοιαῦτα, πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησε Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δὲ Ὀρόντῃ, [p. 194] Τηριβάζῳ δὲ Ἄμηστριν. καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δὲ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμηστριν, ἀντ᾽ ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἄτοσσαν ἐνεγύησεν. [5] ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν Τηρίβαζος ἔσχεν, οὐδὲ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ᾽ ἀνώμαλος καὶ παράφορος. διὸ καὶ νῦν μὲν εὐημερῶν ὅμοια τοῖς πρώτοις, νῦν δὲ προσκρούων καὶ σκορακιζόμενος οὐδεμίαν ἔφερεν ἐμμελῶς μεταβολήν, ἀλλὰ καὶ τιμώμενος ἦν ἐπαχθὴς ὑπὸ χαυνότητος, καὶ τὸ κολουόμενον οὐ ταπεινὸν οὐδὲ ἡσυχαῖον, ἀλλὰ τραχὺ καὶ ἀγέρωχον εἶχε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: