previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ [p. 236] κελεύσας ἀποθανεῖν ὅσοι μὴ δι᾽ αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος τὸν λόγον γράψας καί Μιθριδάτης Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως, μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων, [2] ἔτι δὲ μᾶλλον ἠνίασεν αὐτοὺς ἀνὴρ ὑπατικὸς καί Νέρωνι πιστὸς ἀποθανεῖν κελευσθείς, Πετρώνιος Τουρπιλιανός. Μάκρον1 γὰρ ἐν Λιβύῃ διὰ Τρεβωνίου2 καὶ Φοντήϊον ἐν Γερμανίᾳ διὰ Οὐάλεντος ἀνελὼν πρόφασιν εἶχεν ἐν ὅπλοις καί στρατοπέδοις ὄντας φοβηθῆναι. Τουρπιλιανὸν δέ, γέροντα γυμνὸν καί ἄνοπλον, λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν3 ἔργῳ φυλάξειν ἔμελλε.

[3] ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις. ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας: [4] καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν οὔτ᾽ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτ᾽ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλ᾽ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν4 κελεύσαντος, [p. 238] ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλ᾽ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλ᾽ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.

1 Μάκρον (as in xiii. 3), Τρεβωνίου, suggested by Sint.2 for Μάκρωνα and Τρεβωνιανοῦ of the MSS.

2 Μάκρον (as in xiii. 3), Τρεβωνίου, suggested by Sint.2 for Μάκρωνα and Τρεβωνιανοῦ of the MSS.

3 πράγμασιν Sint.2 has γράμμασιν (in his letters), after Emporius.

4 πάλιν εἰπεῖν Bekker has παρείχειν (yield), after Coraës.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: