previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ δὲ τούτου καί τὰ μετρίως πραττόμενα διαβολὴν εἶχεν, ὡς τὰ πρὸς τοὺς Γαλάτας Οὐΐνδικι συναραμένους. ἐδόκουν γὰρ οὐ φιλανθρωπίᾳ τοῦ αὐτοκράτορος, ἀλλὰ ὠνούμενοι παρὰ Οὐινίου τυγχάνειν ἀνέσεώς τε δασμῶν καί πολιτείας, [2] οἱ μὲν οὖν πολλοὶ διὰ ταῦτα πρὸς τὴν ἡγεμονίαν ἀπηχθάνοντο, τοὺς δὲ στρατιώτας τὴν δωρεὰν μὴ κομιζομένους ἐν ἀρχῇ μὲν ἐλπὶς παρῆγεν ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλ᾽ ὅσον [p. 244] Νέρων ἔδωκεν, ἀποδώσοντος. ἐπεὶ δὲ μεμφομένους ἀκούσας ἀφῆκε φωνὴν ἡγεμόνι μεγάλῳ πρέπουσαν, εἰπὼν εἰωθέναι καταλέγειν στρατιώτας, οὐκ ἀγοράζειν, πυθομένοις τοῦτο δεινὸν εἰσῆλθε μῖσος καί ἄγριον πρὸς αὐτόν, ἐδόκει γὰρ οὐκ αὐτὸς ἀποστερεῖν μόνος, ἀλλὰ νομοθετεῖν καί διδάσκειν τοὺς μεθ᾽ αὑτὸν αὐτοκράτορας.

[3] ἀλλὰ τὸ μὲν1 ἐν Ῥώμῃ τυφλὸν ἦν ἔτι κίνημα, καί τις αἰδὼς ἅμα πρὸς παρόντα τὸν Γάλβαν ἀμβλύτητα καί μέλλησιν ἐνεποίει τῷ νεωτερισμῷ, καί τὸ μηδεμίαν ἀρχὴν ἐμφανῆ μεταβολῆς ὁρᾶσθαι συνέστελλε καί συνέκρυπτεν ἁμῶς γέ πως τὴν δυσμένειαν αὐτῶν, οἱ δὲ πρότερον ὑπὸ Οὐεργινίῳ γενόμενοι, τότε δὲ ὄντες ὑπὸ Φλάκκῳ περὶ Γερμανίαν, μεγάλων μὲν ἀξιοῦντες αὑτοὺς διὰ τὴν μάχην ἣν ἐμαχέσαντο πρὸς Οὐΐνδικα, μηδενὸς δὲ τυγχάνοντες, ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν. [4] αὑτὸν δὲ τὸν Φλάκκον ὑπὸ συντόνου ποδάγρας ἀδύνατον ὄντα τῷ σώματι καὶ πραγμάτων ἄπειρον ἐν οὐδενὶ λόγῳ τὸ παράπαν ἐποιοῦντο. καί ποτε θέας οὔσης, καί τῶν χιλιάρχων καί λοχαγῶν τὸ Ῥωμαίοις σύνηθες εὐτυχίαν ἐπευχομένων τῷ αὐτοκράτορι Γάλβᾳ, διεθορύβησαν οἱ πολλοὶ τὸ πρῶτον, εἶτα ταῖς εὐχαῖς ἐπιμενόντων ἐκείνων ἀντεφώνουνεἰ ἄξιος.’

1 τὸ μὲν Coraës and Bekker have τῶν μὲν, the correction of Reiske.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: