previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. εὐωχοῦνται δὲ παρ᾽ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατ᾽ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα. οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικὸν δύναται γὰρ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης δαίνυσθαι. παρ᾽ ὅλην δὲ τὴν συνουσίαν παρέκειντο αἱ τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν ἔθος ἐστί, κατηρεφέες [p. 52] παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα. μετὰ δὲ τὴν ἀναχώρησιν αἱ δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα. ἰδιάζον δὲ τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ ὁμιλοῦντας: εἶτ᾽ ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις μεμνημένους μετὰ τὸν κλαυθμόν. τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι:

ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.
ἀναγνωστέον οὖν οὕτω:

ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,
τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρ᾽ ὅλην τὴν συνουσίαν, : παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς,

οὐδ᾽ ἦψεν κρέα
οὐδ᾽ ἐγκέφαλον: ὤπτα δὲ καὶ τὰς κοιλίας.
οὕτω σφόδρ᾽ ἦν ἀρχαῖος
Ἀντιφάνης φησί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PANTOMI´MUS
    • Dictionary of Greek and Roman Geography (1854), ANTIOCHEIA
    • Dictionary of Greek and Roman Geography (1854), MEMPHIS
    • Smith's Bio, Sicinnus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: